Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἔδει γὰρ ἐκείνοις ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσ
  2. τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζο
[*](15 om και 1⁰ AE | χρησεις U+05D0A | om εις 1⁰ C | επιβασιν] α sup ras 16 και] + ο U+05D0c.a ᵃ | δεδανισμενος (-νεισμ. Bᵃᵇ)] δεδανισμενον U+05D0* (-νος U+05D0¹ αυτω] om U+05D0A | ομοιον...θεον] ανθρωπων πλασαι θν ομοιον ισχυει U+05D0 *αι ομ. ανθρωπος ισχ. πλ θν U+05D0c.a ᵃ ανθρωπων ομοιον ισχ. πλ. θν A (ανων ομ sup ras Aᵃ) 17 κρειττων] κρισσον U+05D0 κρισσων AC | σεβηματων om αυτου U+05D0* (hab U+05D0c.a | ων 2⁰] pr ανθ U+05D0 | εζησεν] ζ° sup ras Aᵃ | δε 2° ο U+05D0* (improb ο U+05D0¹ postea ras) 16 συνκρινομενα U+05D0AC | εστν XVI 2 ευεργετησας] ευηργετησεν U+05D0* -σαν U+05D0c.a) | εις] pr οις AC | γευο U+05D0* (γευσειν U+05D0c.a) | ορτυγομητρα Bᵇᵛid 3 τροφης U+05D0 | δειχθεισαν (διχθ. δειχθ. Bᵃᵇ)] χθεισαν U+05D0* διχθ. U+05D0¹ ειδεχθειαν C | επαποστρεφονται C | αι ουτοι U+05D0AC | μετασχωσιν U+05D0* (- σι U+05D0c.a AC 4 εκεινοις] + μεν BᵃᵇU+05D0C)
634
[*](Β)
  1. καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθεν θηρίων θυμός,
  2. δήγμασίν τε σκολιῶν διεφθείροντο ὄφεων,
  3. οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου·
  1. εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν,
  2. σου.
  3. σύμβολον ἔχοντες σωτηρίας, εἰς ἀνάμνησιν ἐντολῆς νόμου
  1. ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσώζετο,
  2. ἀλλὰ διὰ σέ, τὸν πάντων σωτῆρα.
  1. καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν,
  2. ὅτι σὺ εἶ ὁ ῥυόμενος ἐκ παντὸς κακοῦ·
  1. οὓς μέν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινεν δήγματα,
  2. καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν,
  3. ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασθῆναι·
  1. τοὺς δὲ υἱοὺς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες,
  2. τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθεν καὶ ἰάσατο αὐτούς.
  1. εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο,
  2. καὶ ὀξέως διεσώζοντο,
  3. ἴνα μὴ εἰς βαθεῖαν ἐμπεσόντες λήθην
  4. ἀπερίσπαστοι γέναωνται τῆς σῆς εὐεργεσίας.
  1. καὶ γὰρ οὕτε βοτάνη οὕτε μάλαγμα ἐθεράπευσεν αὐτούς,
  2. ἀλλὰ ὁ σός, Κύριε, λόγος ὁ πάντα ἰώμενος.
  1. σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις,
  2. καὶ κατάγεις εἰς πύλας ᾄδου καὶ ἀνάγεις.
  1. ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ,
  2. ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέφει,
  3. οὐδὲ ἀναλύει ψυχὴν παραλημφθεῖσαν.