Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἡ δὲ γαστὴρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος,
  2. ἤ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς.
  1. λαλήσω, ἳνα ἀναπαύσωμαι, ἀνοίξας τὰ χείλη·
  1. ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ·
  2. ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·
  1. οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα·
  2. εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.
  1. οὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ἰὼβ, τὰ ῥήματά μου.
  2. καὶ λαλιὰν ἐνωτίζου μου·
  1. ἰδοὺ γὰρ ἤνοξα τὸ στόμα μου,
  2. καὶ ἐλάλησεν ἡ γλῶσσά μου.
  1. καθαρά μου ἡ καρδία ῥήμασιν,
  2. σύνεσις δέ χειλέων μου καθαρὰ νοήσει.
  1. πνεῦμα θεῖον τὸ ποιῆσάν με,
  2. πνοὴ δὲ αντοκράτορος ἡ διδάσκουσά με.
  1. ἐὸ δός μοι ἀπόκρισιν πρὸς ταῦτα·
  2. ὑπόμεινον, στῆθι κατʼ ἐμέ καὶ ἐγὼ κατὰ σέ.
  1. ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ·
  2. ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα.
  1. οὐχ ὁ φόβος μού σε στροβήσει,
  2. οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί.
  1. χλὴν εἶπας ἐν ὠσίν μου,
  2. φωνὴν ῥημάτων ἀκήκοα