Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἐγὼ τεῖχος, καὶ μαστοί μου πύργοι·
  2. ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην.
  1. ἀμπελὼν ἐγενήθη τῷ Σαλωμὼν ἐν Βεεθλαμών·
  2. ἔδωκεν τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν,
  3. ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου.
  1. ἀμπελών μου ἐμὸς ἐνώπιόν μου·
  2. οἱ χίλιοι Σαλωμών, καὶ οἱ διακόσιοι
  3. τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.
  1. Ὁ καθήμενος ἐν κήποις,
  2. ἑταῖροι προσέχοντες τῇ φωνῇ σου· ἀκούτισόν με.
  1. Φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι
  2. ἡ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων.