Odae
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
[*](1—19) βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτος θεός μου, καὶ δοξάσω αὐτόν, θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν. Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. ἄρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν· ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ, πόντῳ ἐκάλυψεν αὐτούς· κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος. ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύι ἡ δεξιά σου χείρ. Κύριε, ἔθραυσεν ἐχθρούς καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους· ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην. καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης εἶπεν ὁ ἐχθρός Διώξας καταλήμψομαι· [*](I deest tit in R 1 εριψεν R: item 4 2 εγενετο] εγενηθη R R ουτος θεος μου] μου θεος R 5 εις] ως RBᵛⁱᵈ ωσει] ως R 7 τω πληθει] το πληθος R της δοξης] om της spatio 2 vel 3 lilt interiecto R επεστειλας R ως] ωσει R 8 ωσει] ως R 9 καταλημψ ] + αυτους R) μεριῶ σκῦλα, ἐμπλήσω ψυχὴν μου. ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου. ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ἐκάλυψεν αὐτοὺς θάλασσα· ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὔδατι σφοδρῷ. τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα. ἐξέτεινας τὴν δεξιάν σου, καὶ κατέπιεν αὐτοὺς ἡ γῆ. λδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου. ἥκουσαν ἔθνη καὶ ἐφοβήθησαν· ἐδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ. τότε ἔσπευσαν ἡγεμόνες Ἐδὼμ καὶ ἄρχοντες ἔλαβεν αὐτοὺς τρόμος. ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανάαν. ἐπιπέσοι ἐπʼ αὐτοὺς φόβος καὶ τρόμος· μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν· ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος ὃν ἐκτήσω. εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω, ἁγίασμα, κύριε, ὁ ἡτοίμασαν αἱ χεῖρές σου, Κύριε, βασιλεύων τὸν αἰῶνα καὶ ἐπʼ αἰῶνα καὶ ἔτι. ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἄρμασιν καὶ ἀναβάταις αὐτοῦ εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλασσης.
812
[*](A)