Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ θεός,
  • [*](Β)
  • ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ
  • καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ τοὺς ἐπιστρέφοντας πρὸς
  • αὐτὸν καρδίαν.
  • πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ.
  • τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
  • ἔλεος καὶ ἀλήθεια συνήντησαν,
  • δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν·
  • ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν,
  • καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν.
  • καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα,
  • καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.
  • δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται,
  • καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.
  • ΙΙροσευχὴ τῷ Δαυεἰδ.
  • Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ εἰσάκουσόν μου,
  • ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ.
  • φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι
  • σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
  • ἐλέησόν με, κύριε, ὅτι πρὸς σέ κεκράξομαι ὅλην τὴν ἡμέραν.
  • εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου,
  • ὅτι πρὸς σέ, κύριε, ἤρα τὴν ψυχὴν μου.
  • ὅτι σύ, κύριε. χρηστὸς καὶ ἐπιεικὴς
  • καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
  • ἐνώτισαι, Κύριε, τὴν προσευχὴν μου.
  • καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
  • ἐν ἡμέρᾳ θλίψεως μου ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου.
  • οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε.
  • καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου.
  • [*](9 λαληση T (bis) | om και 2⁰ U+05D0* (hab U+05D0c.ᵃ) | τους επιστρεφ.] pr επι U+05D0ART U+05D0ART | καρδιαν επ αυτον U+05D0c.ᵃ Τ 10 πλην] + η R* 12 om και A 13 ο κυριος] ος κ. R* 14 εναντιον] ενωπιον U+05D0c.ᵃAT | προπορευ- σεται BU+05D0c.ᵃ Aᵃ? R] πορευσεται U+05D0* προπορευεται A** προπορευσηται T — Stich 27 BU+05D0T 28 AR L XX XV 1 om προσευχη A | του Δαυειδ U+05D0 | εισα- κουσον] επακουσον U+05D0ART 2 φυλαξον την ψ. μου οτι ο sup ras U+05D0¹ | οσιος] ο rescr A¹ | σε] σοι T 3 κεκραξομαι] μ sup ras Aᵃ 4 om κυριε U+05D0* (hab U+05D0c.ᵃ) T | ηρα την ψυχην μου sup ras Aa | μου] + ο θς U+05D0* (om U+05D0c.ᵃ) 5 πασιν ART 6 δεησιος Rᵛⁱᵈ 7 εισηκουσας] επηκουσας U+05D0c.ᵃ AT)
    328
    [*](B)

  • πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν
  • καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε,
  • καὶ δοξάσουσιν τὸ ὄνομά σου·