Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἔλεος καὶ ἀλήθεια συνήντησαν,
  • δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν·
  • ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν,
  • καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν.
  • καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα,
  • καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.
  • δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται,
  • καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.
  • ΙΙροσευχὴ τῷ Δαυεἰδ.
  • Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ εἰσάκουσόν μου,
  • ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ.
  • φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι
  • σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
  • ἐλέησόν με, κύριε, ὅτι πρὸς σέ κεκράξομαι ὅλην τὴν ἡμέραν.