Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἵνα θῶνται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτῶν,
  • καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ,
  • καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσιν·
  • [*](U+05D0RT)[*](19 τροχω] + εφαναν αι αστραπαι σου τη οικουμενη Bᵃᵇ ᵐᵍ inf U+05D0RT 20 υδα- σιν R | γνωσθησεται U+05D0 Stich 40 BU+05D0 42 R 44 T XX VII 2 παρα- βολη U+05D0* (-λαις U+05D0c.ᵃ) | φθεγξωμαι T 4 om εις R | Κυριου] pr του R T | δυναστειας Bᵃᵇ U+05D0 | εποιησαν U+05D0* (-σεν U+05D0¹) 5 ον] οσα U+05D0c.ᵃ T | ενετειλατο (ενετειλα B* λατο Bᵃᵇ)] εθετο U+05D0* (ενετιλ. U+05D0c.ᵃ) | γνωρισαι] pr του U+05D0RT | αυτον] αυτα U+05D0c.ᵃ] RT 6 οι τεχθησομενοι] om οι RT | απαγγελουσιν] αναγγελ. U+05D0R | om αυτα U+05D0* (hab U+05D0c.ᵃ) 7 θεον] θν (sic) U+05D0 | μη] pr ου Ρ | εκζητησωσιν Τ)
    315

  • ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν
  • [*](Β)
  • γενεὰ σκολιὰ καὶ παραπικραίνουσα,
  • γενεὰ ἥτις οὐ κατηύθυνεν ἐν τῇ καρδίᾳ αὐτῆς,
  • καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς.
  • υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξον
  • ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου·
  • οὐκ ἐφυλάξαντο τὴν διαθήκην τοῦ θεοῦ,
  • καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον πορεύεσθαι.
  • καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ
  • καὶ τῶν θαυμασίων αὐτοῦ ὧν ἔδειξεν αὐτοῖς,
  • ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησεν θαυμάσια,
  • ἐν γῇ Αἰγύπτῳ ἐν πεδίῳ Τάνεως.
  • διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς,
  • ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν·
  • καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας.
  • καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός·
  • διέρρηξεν πέτραν ἐν ἐρήμῳ.
  • καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ·
  • καὶ ἐξήγαγεν ὔδωρ ἐκ πέτρας.
  • καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.
  • καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ·
  • παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ,
  • καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ταῖς καρδίαις αὐτῶν,
  • τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν.
  • καὶ κατελάλησαν τοῦ θεοῦ
  • καὶ εἶπαν Μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐυ
  • ἐρήμῳ
  • ἐπεὶ ἐπάταξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα,
  • καὶ χείμαρροι κατεκλύσθησαν·
  • μὴ καὶ ἄρτον δυνήσεται δοῦναι;
  • ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;
  • [*](8 ενωνται U+05D0* (γεν, U+05D0¹) | κατευθυνεν U+05D0 | εν τη καρδια] την καρδιαν U+05D0c.ᵃ RT| U+05D0RT αυτης 1⁰] εαυτης U+05D0c.ᵃ 9 Εφρεμ (? R) Τ β βαλοντες R | τοξον] τοξοις Bᵃᵇ U+05D0RT 10 εφυλαξαν Bᵃᵇ U+05D0RT | ηθελον] ηβουληθησαν U+05D0c.ᵃ εβουλ. T. 11 επελαθεντο B* (επελαθοντο Bᵇ) 12 α] οσα R | Αιγυπτου RT 13 εστησεν] παρεστησεν U+05D0c.ᵃ T | ωσει] ως εις R 14 πυρος] φωτος U+05D0* (πυ. ρος U+05D0c.ᵃ 15 διερηξεν T | ερημω] pr τη U+05D0 16 ως] ωσει U+05D0* (ως U+05D0c.ᵃ) 17 παρεπικραναν] παρεπίκρανεν R* pr και R 18 εξεπειρασαν] επειρα- σαν R 19 ειπον 20 ερυησαν T | δυνησεται] δυναται U+05D0RvidT)
    316
    [*](B)

  • διὰ τοῦτο ἤκουσεν Κύριος καὶ ἀνεβάλετο,
  • καὶ πῦρ ἀνήφθη ἐν Ἰακώβ,
  • καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ·
  • ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ θεῷ,
  • οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.
  • καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν,
  • καὶ θύρας οὐρανοῦ ἠνέῳξεν·