Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς, ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν·
καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας. καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός·
διέρρηξεν πέτραν ἐν ἐρήμῳ. καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ·
καὶ ἐξήγαγεν ὔδωρ ἐκ πέτρας. καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.
καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ· παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ,
καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν.
καὶ κατελάλησαν τοῦ θεοῦ καὶ εἶπαν Μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐυ ἐρήμῳ
ἐπεὶ ἐπάταξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δυνήσεται δοῦναι; ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; [*] (8 ενωνται U+05D0* (γεν, U+05D0¹) | κατευθυνεν U+05D0 | εν τη καρδια] την καρδιαν U+05D0c.ᵃ RT| U+05D0RT αυτης 1⁰] εαυτης U+05D0c.ᵃ 9 Εφρεμ (? R) Τ β βαλοντες R | τοξον] τοξοις Bᵃᵇ U+05D0RT 10 εφυλαξαν Bᵃᵇ U+05D0RT | ηθελον] ηβουληθησαν U+05D0c.ᵃ εβουλ. T. 11 επελαθεντο B* (επελαθοντο Bᵇ) 12 α] οσα R | Αιγυπτου RT 13 εστησεν] παρεστησεν U+05D0c.ᵃ T | ωσει] ως εις R 14 πυρος] φωτος U+05D0* (πυ. ρος U+05D0c.ᵃ 15 διερηξεν T | ερημω] pr τη U+05D0 16 ως] ωσει U+05D0* (ως U+05D0c.ᵃ) 17 παρεπικραναν] παρεπίκρανεν R* pr και R 18 εξεπειρασαν] επειρα- σαν R 19 ειπον 20 ερυησαν T | δυνησεται] δυναται U+05D0RvidT) 316
[*] (B)
διὰ τοῦτο ἤκουσεν Κύριος καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήφθη ἐν Ἰακώβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ·
ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.
καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἠνέῳξεν·
καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς·
ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν.
καὶ ἐπῆρεν νότον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυναστίᾳ αὐτοῦ λίβα,
καὶ ἔβρεξεν ἐπʼ αὐτοὺς ὡσεὶ χοῦν σάρκας, καὶ ὁὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά·
καὶ ἐπέπεσον εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν.
καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς.
οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν· ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν,
καὶ ὀργὴ τοῦ θεοῦ ἀνέβη ἐπʼ αὐτοὺς καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.
ἐν πᾶσιν τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν τοῖς θαυμασίοις αὐτοῦ·