Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας,
  • πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ·
  • καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
  • πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.
  • εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος,
  • καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ
  • εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
  • καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.
  • γένοιτο, γένοιτο.
  • Ἐξέλιπον οἱ δμνοι Δαυεὶδ τοῦ υἱοῦ Ἰεσσαί.
  • [*](U+05D0RT)[*](15 ευλογησωσιν T 16 αυτου] ουτων Τ | εξανθησωσιν Τ 17 εστω] εσται Τ | αυτου 1⁰ BU+05D0*c.ᵃ RT T] του κυ U+05D0c.ᵃ | ευλογηθησονται] ενευλσγ. U+05D0c.ᵃ R T 18 Ισραηλ] pr του R 19 ευλογητον] ευλογημενον U+05D0c.ᵃ | om εις τον αιωνα (1⁰).. της δοξης αυτου U+05D0* (hab U+05D0c.ᵃ) | πασα η γη BU+05D0c.ᵃ RT] εν παση τη γη U+05D0* 20 εξελειπον T | του υ ου] om του T — Stich 41 Β 40 U+05D0 42 R)
    307
    [*](B)
  • Ψαλμὸς τῷ Ἀσάφ.
  • Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ.
  • ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες,
  • παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.
  • ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν·
  • ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν,
  • καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν·