Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ,
ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθεν πρὸς Βηρσάβεε.
Ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός.
σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὰν ἐνώπιον σοῦ ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. [*] (U+05D0ART) [*] (17 παιδειαν Bᵃᵇ | εξεβαλλες] εξεβαλες U+05D0 εξεβαλας ART | τας λογους A 18 μοιχου T 19 δολιοτητα] δολιοτητας U+05D0c.a Rᵃ hiat A usque LXXIX 20 καταλαλεις R¹ | της μητρος] ς 1⁰ non inst Bᵇ 21 ανομιαν] ανομε U+05D0* (ανομιαν vel forte ανομειαν U+05D0c.a) | προσωπον] του προσωπου R | σου] + τας αμαρτιας σου Βc.U+05D0c.a (om U+05D0c. ᵇ) T 22 αρπαση] + ως λεων R | μη 2⁰] pr ου U+05D0c.a RT | om η R 23 δοξαση T | η] ην U+05D0c.aT | του θεου BU+05D0*c.bR μου U+05D0c.aT Stich 48 BR 46 U+05D0 49 T L 1 Ναθαμ R* | Βηρσαβε BU+05D0R*Τ (-βεαι)] Βηθσαβεε R1) 3 οικτειρμων U+05D0) 279
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην, [*] (B) καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου.
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπέρ χιόνα λευκανθήσομαι.
ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.