Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν,
  • καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος.
  • ὅτι Κύριος ἀγαπῷ κρίσιν,
  • καὶ οὐκ ἐνκαταλείψει τοὺς ὁσίους αὐτοῦ,
  • [*](15 εισελθοι] εισελθατω R | την καρδιαν] ψυχην U+05D0* τας καρδιας U+05D0c.a | συν. U+05D0ART τριβειη U+05D0c.aA (-βίη) R 17 Κυριος BU+05D0*c.bR*] pr ο U+05D0c.aARa 18 τον αιωνα] om τον U+05D0c.a A 20 τω δοξασθηναι] του δοξ. R | εκλιποντες B*ᵇ⁽ᵛⁱᵈ)U+05D0] εκλειποντες BᵃAT | εξελειπον AΤ 21 δανειζ. Bᵃᵇ (item 26) | διδοι] διδωσιν U+05D0c.a (διδοι U+05D0c.b AT 22 κληρονομησουσιν RT | εξολεθρ.U+05D0ART T 23 τα διαβ. ανθρωπου (ἄνου sic Τ) κατευθ.] κατευθ. τα διαβ. ανδρι U+05D0* τα δ. ανδρι κατευθ. U+05D0c.a | θελησει] + σηφοδρα ART 24 πεσειται R 25 ειδον BᵃᵇA | εγκαταλελειμμ. Bᵃᵇ εγκαταλελιμμ. A | ζητειν R 26 ελεει BᵃᵇA | δανιζει] + ο δικαιος AT 27 om αιωνος U+05D0* (hab U+05D0c.a) 28 εγκαταλειψ. BabA)
    260
    [*](B)
  • εἰς τὸν αἰῶνα φυλαχθήσονται·
  • ἄμωμοι ἐκδικηθήσονται,
  • καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται.
  • δίκαιοι δέ κληρονομήσουσι γῆν,
  • καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπʼ αὐτῆς.
  • στόμα δικαίου μελετήσει σοφίαν,
  • καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν·
  • ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ,
  • καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.
  • κατανοήσει ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν·
  • ὁ δὲ κύριος οὐ μὴ ἐνκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ,
  • οὐδὲ μὴ καταδικάσῃ αὐτὸν ὅταν κρίνηται αὐτῷ.
  • ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ,
  • καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι τὴν γῆν,
  • ἐν τῷ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψῃ.
  • εἶδον ἀσεβῆ ὑπερυψούμενον
  • καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·
  • καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν·
  • καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.
  • φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα,
  • ὅτι ἐστὶν ἐνκατάλιμμα ἀνθρώπῳ εἰρηνικῷ.
  • οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό,
  • τὰ ἐνκαταλίμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται.
  • σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίῳ,
  • καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως·