Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά·
  • ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
  • παραπτώματα τίς συνήσει ;
  • ἐκ τῶν κρυφίων μου καθάρισόν με,
  • καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου·
  • ἐὰν μὴ μου κατακυριεύσουσιν, τότε ἄμωμος ἔσομαι
  • καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.
  • καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου
  • καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός,
  • Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.
  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
  • Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως,
  • ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ.
  • ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου,
  • καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου·
  • μνησθείη πάσης θυσίας σου,
  • καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. διάψαλμα.
  • δῴῃ σοι κατὰ τὴν καρδίαν σου,
  • καὶ πᾶσαν τὴν βουλὴν σου πληρώσαι.
  • ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου,
  • καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
  • πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.
  • νῦν ἔγνων ὅτι ἔσωσεν Κύριος τὸν χριστὸν αὐτοῦ·
  • ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ,
  • ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.