Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου,
  • καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος.
  • ὁ θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ,
  • τὰ λόγια Κυρίου πεπυρωμένα,
  • ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπʼ αὐτόν.