Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἀνάγων νεφέλας ἐξ ἐσχάτου γῆς,
  • ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν·
  • ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.
  • ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου
  • ἀπὸ ἀνθρώπου ἕως κτήνους·
  • ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε,
  • ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.