Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·
  • Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.
  • οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν,
  • τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
  • Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ·
  • ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.