Machabaeorum iv
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ οὐτοι οὗν ἁγιασθέντες διὰ θεὸν τετίμηνται οὐ μόνον οὗν ταύτῃ τῇ τιμῇ, ἀλλὰ καὶ τῷ δι᾿ αὐτοὺς τὸ ἔθνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι,
καὶ τὸν τύραννον τιμωρηθῆναι καὶ τὴν πατρίδα καθαρισθῆναι·
ὧσπερ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας καὶ [*](7 θεωρουντες] + ορωντες U+05D0V μεχρι θανατου] om U+05D0* (hab) U+05D0c.a) + γιγνο- U+05D0V μενας U+05D0c.a ᵇ+ γινομενας V υπομενουσαν V 8 επι] επ τ V 9 ενταυθα] ενταυθοι U+05D0c.a (sed statim repos θα) V (ενταυθ οι sic V .σοι Vνοs ¹) |ιερευς και γυνη γεραια lin subduct adfec Aᵃ και 1⁰] + συν αυτω V επτα] incep ε U+05D0* (ζ΄ U+05D0¹) ενκεκηδευται V * εγκεκηδευντ. Va(vid) τυραννου βιαν] τυραννον U+05D0* (τυραννου β. U+05D0c.a) την Eβρ. πολιτιαν] των Eβρ. την πολιτειαν V θελοντες A θελοντας U+05D0* (.τος U+05D0¹) θελησαντος V 10 εθνος] γενος U+05D0 12 ηθλοτει (sic) A νικος] + αυτης V εν αφθαρσια] εις αφθαρσιαν αυτης U+05D0* αφθαρσια U+05D0c.a om U+05D0c.a εις αφθαρσιαν V 13 om δε 10 U+05D0* (hab U+05D0c.a) προηγωνιτο U+05D0* (προηγωνιζετο U+05D0c.a) om επτα U+05D0* (hab U+05D0c.a) αδελφοι] pr επτα 14 ο τυραννος αντ. even in V ad fin col om ο 30 V 15 θεοσεβια U+05D0 16 αληθειας] θειας U+05D0 (θιας) V νομοθεσιας (σια U+05D0* -σιας U+05D0¹)] pr θεοσεβειας V αθλητες U+05D0* (λτας U+05D0¹) τινες 2⁰] + δe U+05D0 17 συνεδριον] συμβουλιον U+05D0V om ουτων 10 U+05D0V εθαυμασαν U+05D0* (εξεθ. U+05D0c.a) |υπομονην] pr αρετην και την U+05D0 pr αρετην και V 18 δι ην... αιωνα lin sut-luctadfec Aᵃ? 19 Μωυσῆς U+05D0 20 ουτοι] αυτοι U+05D0 om δια θεον U+05D0 hab δια τον θν U+05D0c.a 20—22 ου μονον.. αμαρτιας lin subduct adfec Aᵃ? 20 om ουν 2⁰ U+05D0V om τω V hab τη V ¹⁽ᵛiᵈ (τω Vᵃ) τω δι αυτους· A επικρατησας A 21 τιμωρηθηναι] pr καταισχυνθηναι και V 22 ωσπερ] +γαρ V γεγονας U+05D0* (.νοτος U+05D0c.a))
πρὸς γὰρ τὴν ἀνδρίαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀφιδὼν Ἀντίοχος ἀνεκήρυξεν τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδιγμα τὴν ἐκείνων ὑπομονὴν·
ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίnν· καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους.
Ὦ τῶν Ἀβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ἰσραηλεῖται, πείθεσθε τῷ νόμῳ τούτῳ, καὶ πάντα τρόπον εὐσεβεῖτε·
γινάσκοντες ὅτι τῶν παθῶν δεσπότης ἐστὶν ὁ εὐσεβὴς λογισμός, καὶ οὐ μόνον τῶν ἔνδοθεν ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων·
ἀυθʼ ὧν διὰ τὴν εὐσέβειαν προιἐμενοι τὰ σώματα τοῖς πόνοις ἐκείνοι, οὐ μόνον ὑπὸ τῶυ ἀνθρώπων ἐθαυμάσθησαν, ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν.
καὶ δι αὐτοὺς είρήνευσεν τὸ ἔθυος, καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενος, ἐκπεπολιόρκηκε τοὺς πολεμίους.
καὶ ὁ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται, καὶ ἀποθανὼν κολάζεται· ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ἰεροσολυμείτας ἀλλοφυλῆσαι, καὶ τῶν πατρίων ἐθνῶν ἐκδιαιτηθῆναι,
τότε δὴ ἀπάρας ἀπὸ τῶν Ἰεροσολύμων ἐστρατοπέδευσεν ἐπὶ Πέρσας. Ἔλεγεν δὲ ἡ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα ἡ δικαία τοῖς τέκνοις