Machabaeorum iii
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
τὴν κατ᾿ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν, καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου.
τούτων μὲν οὖν ἡ λιτανία ἐκτενῶς ἀνέβαινεν εἰς τὸν οὐρανόν.
ὁ δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους, ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ.
τὸ δὲ ἀπʼ αἰῶνος κτίσμα χρόνου καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν, οἷς ἂν αὐτὸς θελήσει, ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα·
καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου, τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος, τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος.
οἵ τε Ἰουδαῖοι τὴν προσημανθεῖσαν ὥραν [*](V 1 την των ελ. επιμελειαν V | αμεταθετον V 2 om δρακεσι V | V αγριωσαντας V | αφθονως A 3 τους μαλιστα] om τους V | εχοντας] εχου- σης V 4 αραροτως τω (το Vᵃ) προσταγεν V | Ερμων] pr τω V* (ras V?) 5 ασφαλιαν V* (-λειαν Vᵃ) 7 om και 2° V 8 μεταστρεψαι] κατα- στρεψαι V | επιφανιας V* (-νειας Vᵃ) 9 om ουν V | εκτενως η λιτανια (-νεια Vᵃ) V 10 περι τουτων] pr τα V 11 χρονου κτισμα V | θεληση Vᵃ | απεστειλεν εις τον βασιλεα subter lineas adscrips V 12 βαθει] βασει A | κατησχεθη A | ενεργια V* (-γεια Vᵃ) 13 προσ|ημανθησαν V* προ|ση- μανθεισαν Vᵃ)
μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδόν, ὁ πρὸς ταῖς κλήσεσιν τεταγμένος, ἀθρόους τοὺς κλητοὺς ἰδών, ἔνυξεν προσελθὼν τὸν βασιλέα.
καὶ μόλις διεγείρας, ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα, τὸν περὶ τούτων λόγον ποιούμενος.
ὃν ὁ βασιλεὺς λογισάμενος, καὶ τραπεὶς εἰς τὸν πότον, ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ.
οὗ καὶ γενομένου, παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτούς, τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος.
ἐπὶ πλεῖον δὲ προσκοπτούσης τῆς ὁμιλίας, τὸν Ἕρμωνα προσκαλεσάμενος ὁ βασιλεύς, μετὰ πικρίας ἀπειλῆς ἐπυνθάνετο τίνος ἕνεκεν αἰτίας ἰάθησαν οἱ Ἰουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες.