Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ οὐ προσεῖχον τοῖς λόγοις αὐτῶν· ἴδον γὰρ ὅτι ἦλθον μετὰ δυνάμεως πολλῆς.

καὶ ἐπισυνήχθησαν πρὸς Ἄλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων, ἐκζητῆσαι δίκαια.

καὶ πρῶτοι οἱ Ἁσιδαῖοι ἦσαν ἐν υἱοῖς Ἰσραήλ, καὶ ἐπεζήτουν παρʼ αὐτῶν εἰρήνην·

εἶπαν γάρ Ἄνθρωπος ἱερεὺς ἐκ τοῦ σπέρματος Ἀαρὼν ἦλθεν ἐν ταῖς δυνάμεσιν, καὶ οὐκ ἀδικήσει ἡμᾶς.

καὶ ἐλάλησεν μετʼ αὐτῶν εἰρηνικοὺς λόγους, καὶ ὤμοσεν αὐτοῖς λέγων Οὐκ ἐκζητήσομεν ὑμῖν κακόν, καὶ τοῖς φίλοις ὑμῶν.

καὶ ἐνεπίστευσαν αὐτῷ, καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ [*](2 εγενετο] επονειτο U+05D0* (εγεν. U+05D0c.a) | συνελαβοντο U+05D0* (-βον U+05D0c.a c.b) | τον U+05D0V Αντ.] pr εις V 3 om αυτω V 5 Αλκισμος U+05D0 | ηγειται] ηγειτο U+05D0V | αυτων] + ηγουμενος U+05D0 6 κατηγορησαι U+05D0* (-σαν U+05D0c) | εσκορπισαν U+05D0c.a 7 πιστευ- σεις (-εις U+05D0c.ᵃ) | πασον την εξ. U+05D0 τ. εξολοθρ. πασαν V | 8 επελεξεν] επε- ταξεν V Βαρακχιδην A Βαχχιδην U+05D0 | τ. φυλων A τον φιλον V | αυτου βασιλεως U+05D0* (του βασ. U+05D0¹) 9 Αλκιμον (-κειμ. A)] pr τον U+05D0 |om και 3⁰ U+05D0* (hab U+05D0c.a) εστησεν U+05D0* (-σαν U+05D0c.a) V | αρχιερωσυνην V 10 απηλθεν] απηρον U+05D0V | |ηλθεν] ηλθον U+05D0V | γην Ιουδα] την Ιουδαιαν V | om προς 2⁰ U+05D0V 11 προσειχον] προσεσχον U+05D0V | ειδον U+05D0V | ηλθα U+05D0 12 Αλκινον A | Βακχιδην (Κακχ. A)] Βακχιδης U+05D0* (-δην U+05D0c.ᵃ) γραμματειων V* (-τεων Vᵃ) εκζητ.] pr και V δικαιοι U+05D0* (δικαια U+05D0c) 13 Ασιδαιοι (-δεοι A)] Ασειδοναιοι U+05D0* (-δαιοι U+05D0¹) 14 ειπον U+05D0V | γαρ] + οτι V | του σπερματος] om του U+05D0 | ηλθον V 15 λογους ειρηνικους U+05D0V 16 ενεπιστευσεν U+05D0* (-σαν U+05D0c.ᵃ))

622
[*](A) μιᾷ κατὰ τοὺς λόγους οὓς ἔγραψεν

  • ¹⁷Σάρκας ὁσίων σου καὶ αἵματα αὐτῶν
  • ἐξέχεαν κύκλῳ Ἰερουσαλήμ, καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων.
  • Καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος εἰς πάντα τὸν λαόν, ὅτι εἶπαν Οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις· παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον ὃν ὤμοσαν.

    καὶ ἀπῆρεν Βακχίδης ἀπὸ Ἰερουσαλήμ, καὶ παρενέβαλεν ἐν Βηζέθ, καὶ ἀπέστειλεν καὶ συνέλαβεν πολλοὺς ἀπὸ τῶν μετʼ αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ, καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα.

    καὶ κατέστησεν τὴν χώραν τῷ Ἀλκίμῳ, καὶ ἀφῆκεν μετʼ αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ· καὶ ἀπῆλθεν Βακχίδης πρὸς τὸν βασιλέα.