Machabaeorum i
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσθη ἐπʼ αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποθνήσκει.
καὶ ἐκάλεσεν πάντας τοὺς φίλους αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτοὺς Ἀφίσταται ἀπὸ τῶν ὀφθαλμῶν μου ὁ ὕπνος, καὶ συνπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης.
καὶ εἶπα τῇ καρδίᾳ Ἕως τίνος θλίψεως ἦλθον καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι ; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην [*](U+05D0V)[*](68 om και 2⁰ U+05D0* (hab U+05D0c.a) | κατεκαυσεν] και κατεκ. πυρι U+05D0 | την Ιουδαιαν] γην Ιουδα U+05D0V VI 1 Ελυμαις (-μες A)] Λυμαις U+05D0V 2 εκει 1⁰] εχει U+05D0 | κατελιπεν U+05D0 | Μακεδων ος] Μακαιδονων U+05D0* (-νων ος U+05D0¹) Μακαιδωνος· A Μακεδονων ος V | βασιλευσεν U+05D0* (εβ. U+05D0¹) | τοις Ελλησι πρωτος] πρωτος εν αυτοις U+05D0 πρ. εν τοις Ελλ. V 3 καταλαβεσθαι U+05D0V | ηδυνηθη V |εγνωσθη] pr ουκ U+05D0* (inprob U+05D0c.a) 4 ανεστησαν] αντεστησαν U+05D0 | απηλθεν] απηρεν U+05D0V 5 τις απαγγελλων U+05D0 τις απαγγελων V | om αυτω U+05D0 | γην] την U+05D0 6 δυναμει] pr εν V | ενετραπη U+05D0V | ενισχυσαν U+05D0 | οπλοις] + και δυναμει και σκυλοις πολλοις U+05D0V | οις] οι U+05D0 | ων] κ U+05D0 7 καθειλον U+05D0V | ο] και U+05D0 |ωκο- δομησεν] ωκοδομουν U+05D0 ωκοδομησαν V | καθως] και U+05D0* (καθως U+05D0c.a) | Βεθσουρα] Βαιθσουραν U+05D0V | om πολιν αυτου U+05D0* (hab) U+05D0c.a) 8 κοιτην] + αυτου V | ενεπεσεν] επεσεν U+05D0 10 ο υπνος απο των οφθαλμων μου U+05D0V | απο της μεριμνης τη καρδια U+05D0 om τη καρδ. V 11 ηλθα U+05D0)
νῦν δέ μνήσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν [*](A) Ἰερουσαλήμ· καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ, καὶ ἐξαπέστειλα τοῦ ἐξᾶραι τοὺς κατοικοῦντας Ἰούδα διὰ κενῆς.
ἔγνων ὅτι χάριν τούτων εὗρόν με τὰ κακὰ ταῦτα καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ.
καὶ ἐκάλεσεν Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ.
καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον, τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν.
καὶ ἀπέθανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεύς, ἔτους ἐνάτου καὶ τεσσερακοστοῦ καὶ ἑκατοστοῦ.