Machabaeorum i
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός· καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
Καὶ ἤκουσεν Λυσίας ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκθρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν,
ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας, καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι τοῦ βασιλέως μετʼ αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων.
καὶ κατέσπευδον καὶ ἐπενύσσοντο τοῦ ἀπελθεῖν· καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας Ἐκλείπομεν καθʼ ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος, οὗ παρεμβάλλομεν, ἐστὶν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας.
νῦν οὖν δῶμεν δεξιὰν τοῖς ἀνθρώποις τούτοις, καὶ ποιήσωμεν μετʼ αὐτῶν εἰρήνην, καὶ μετὰ παντὸς ἔθνους αὐτῶν·
καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν, ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα.
καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο.
καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες ἐπὶ τούτοις· ἐξῆλθεν ἐκ τοῦ ὀχυρώματος,
καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς τὸ ὄρος Σιών, καὶ ἴδεν τὸ ὀχύρωμα τοῦ τόπου· καὶ ἠθέτησεν τὸν ὁρκισμὸν ὃν ὤμοσεν, καὶ ἐνετείλατο καὶ καθεῖλεν τὸ τεῖχος κυκλόθεν.
καὶ ἀπῆραν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς Ἀντιοχίαν, καὶ εὗρεν Φίλιππον κυριεύοντα τῆς πόλεως, καὶ ἐπολέμησεν πρὸς αὐτόν, καὶ κατελάβετο τὴν πόλιν βίᾳ.
Ἔτους ἑνὸς καὶ πεντηκοστοῦ ἐξῆλθεν Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ῥώμης, καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν, [*](U+05D0V)[*](53 αγιοις] αγειοις V* αγγ. V¹ 55 υιον] incep β U+05D0* (improb U+05D0¹) 56 Μηδειας U+05D0Vᵃ | αι δυναμεις] δυναμις U+05D0 | του βασ.] pr μετα U+05D0V |πραγμα- των] προσταγματων U+05D0* (πραγμ. U+05D0c) 57 κατεσπευδεν U+05D0 | επενυσσοντο] επενευσεν U+05D0 επενευσαν V | τους ανδρας] pr προς U+05D0c | ημιν 1⁰] ημων V | οχυρος] ισχυρος U+05D0 | επικεινται V | βασιλιας U+05D0 58 om μετ αυτων U+05D0 | εθνους] pr του V | αυτων 2⁰] αυτον A 59 στησομεν U+05D0 | αυτοις] αυτους U+05D0 | ως] ων U+05D0* (ς superscr U+05D0¹) | om αυτων 2° V | παντα ταυτα V 60 απεστειλαν V | επεδεξα- το A 61 ωμολογησεν U+05D0*(ωμοσεν U+05D0c) | εξηλθον U+05D0V 62 εισηλθονU+05D0* (-λθεν U+05D0c) | το ορος] om το U+05D0V | ειδεν U+05D0 -δε Vᵃ | ορισμον U+05D0* (ορκ. U+05D0c.a) και καθειλεν] καθελειν U+05D0V 63 απηρεν U+05D0 επηρεν V | Αντιοχειαν Vᵃ VΙΙ 1 ενος και πεντηκοσ του] α΄ και ρ΄ και ν΄ U+05D0 πρωτου κ. πεντ. κ | εκατοστου V | εξηλθεν] pr και U+05D0V | ο του Σελ.] om ο U+05D0* (hab U+05D0c.a) | συν ανδ, ολ. εις π. παραθ.] εν ανδρ. εν ολιγ. παρα θαλασσαν U+05D0* συν ανδρ. ολιγ. παρα θ. U+05D0c.a (παραθαλασσιαν U+05D0¹?c.b))
καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας [*](A) πατέρων αὐτοῦ, συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ.
καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα καὶ εἰπεν Μή μοι δείξητε τὰ πρόσαωπα αὐτῶν.
καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάθισεν Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ.
καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ἰσραήλ, καὶ Ἄλκιμος ἡγεῖται αὐτῶν βουλόμενος ἱερατεύειν.
καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα, λέγοντες Ἀπώλεσεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πάντας τοὺς φίλους σου, καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν.
νῦν οὖν ἀπόστειλον ἄνδρα ᾧ πιστεύεις, καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολέθρευσιν ἅπασαν ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ ἐκολάσατο αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς.
Καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ·
καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ, καὶ ἔστησαν αὐτῷ τὴν ἱερωσύνην, καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ἰσραήλ.
καὶ ἀπῆλθεν καὶ ἦλθεν μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ἰούδα· καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἰούδαν καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου.