Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν.

καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν· ὑμεῖς δέ μὴ φοβηθῆτε ἀπʼ αὐτῶν.

ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο ἐπʼ αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ.

καὶ ἐδίωκον αὐτοὺς ἐν τῇ καταβάσει Βαιθωρὼν ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπʼ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους· οἱ δὲ λοιποὶ [*](9 ονομ. V της γης] om της U+05D0 | απολλυμενους] Απολλωνιος Vᵃ 10 om U+05D0V και συν. Απ. Vᵃ Ισραηλ] pr τον U+05D0 11 αυτω] αυτων V 12 σκευη] σκυλα U+05D0V 13 μεθ] μετ U+05D0V 14 ενδοξασθ. U+05D0 | Ιουδαν] pr υιον U+05D0* (improb U+05D0c.a) om και 5⁰ U+05D0V τους εξουδ.] εξουθ, V 15 ισχυρα] +μετ αυτου V |ποιησαι] pr και V 16 ηγγισαν V Μεθωρων] Βαιθωρων U+05D0V αυτων V 17 ιδεν U+05D0* ειδον U+05D0c.a V ερχομενην] pr την U+05D0c.ᵃ | αυτω] αυτων U+05D0Vᵃ ειπον U+05D0V¹(ειπον… δυν. sup ras V¹) τοσουτο] + ισχυρον U+05D0V 18 συγκλ. V | εναντιον] + του θεου U+05D0V σωζειν] + η U+05D0 19 om η U+05D0V ισχυς] pr η U+05D0V 20 προς] εφ U+05D0 | πληθει] pr εν U+05D0V 21 om ημων 2⁰ U+05D0* (hab U+05D0c.ᵃ) 22 αυτους] αυ- του U+05D0* (superscr ς U+05D0¹) υμεις] ημεις Α φοβηθητε] φοβεισθε (-βισθε U+05D0*) U+05D0V 23 ενειλατο V* επ] εις U+05D0 συνετριβησαν V 24 αυτους] αυτον U+05D0 Βεθωρων A)

604
[*](A) ἔφυγον εἰς γῆν Φυλιστείμ.

καὶ ἤρξατο ὁ φόβος Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἡ πτόη ἔπιπτεν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν.

καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ἰούδα ἐξηγεῖτο πᾶν ἔθνος.

Ὡς δὲ ἤκουσεν Ἀντίοχος ὁ βασιλεὺς τοὺς λόγους τούτους, ὠργίσθη θμμῷ· καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα·

καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτοῦ, καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν αὐτοῦ εἰς τὸν ἐνιαυτόν· καὶ ἐνετείλατο αὐτοῖς εἰς ἐνιαυτὸν εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν.

καὶ ἴδεν ὅτι ἐξέλειπεν τὸ ἀργύριον ἀπὸ τῶν θησαυρῶν· καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς ἧς κατεσκεύασεν ἐν τῇ γῆ. τοῦ ἆραι τὰ νόμιμα ἃ ἦσαν ἀφ᾿ ἡνερῶν τῶν πρώτων.

καὶ εὐλαβήθὴ μὴ οὐκ ἔχει ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα ἃ ἐδίδου ἔμπροσθεν δα ιλῃ χειρί,