Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἀνέστη Ἰούδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πάντες ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ἰσραὴλ μετʼ εὐφροσύνης.

καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ· καὶ ἐνεδύσατο θώρακα ὡς γίγας, καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ· πολέμους συνεστήσατο, σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ.

καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν.

καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν, καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισεν·

καὶ συνεστάλησαν οἱ ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ, καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν, καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ.

καὶ ἐπίκρανεν βασιλεῖς πολλούς, καὶ ηὔφρανεν τὸν Ἰακὼβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν.

καὶ διῆλθεν ἐν πόλεσιν Ἰούδα, καὶ ἐξωλέθρευσεν ἀσεβεῖς ἐπʼ αὐτῆς, καὶ [*](U+05D0V)[*](64 om και υμεις U+05D0* (hab U+05D0c.a) ανδριζεσθε και ισχυσατε U+05D0V om υμων U+05D0V 65 υμιν εσται εις πατερα] εσιοι υμιν πατηρ U+05D0 ε. υμων π, V 66 ο Μακκαβαιος] om ο U+05D0 | om αυτος bis U+05D0 : 2⁰, V εν δυναμει] δυναμιν U+05D0* -μι U+05D0c.ᵃ -μει V om αυτου U+05D0 | ουτος υμιν εσται εις αρχοντα] αυτος εσται υμιν αρχων U+05D0 αυτος ε. αρχων V πολεμησετε] πολεμησει U+05D0V 68 ανταποδοται U+05D0 | προσταγμα U+05D0 τα προσταγματα V 69 ευλογησεν U+05D0V αυτου] αυτων U+05D0* (-του U+05D0c.a) 70 om εν 1° V εκτω…εκατοστω] γ΄ και μ΄ και ερ΄ (sic) (pro γ΄ leg ς΄ et ras ε ante ρ΄ U+05D0c.a) εθαψαν αυτον οι υιοι αυτου] εταφη U+05D0 | om οι V Μωδειν U+05D0* (Μωδεειν U+05D0c.ᵃ) δειμ V* (-διμ Vᵃ) III 1 αυτου 2⁰] αρτου U+05D0* (αυτ. U+05D0c.a) 2 αυτω] αυτον V οσοι] οι U+05D0 | επολεμουντο πολεμον U+05D0* (επολεμουν τον π. U+05D0c.ᵃ) 3 λαω] λογω V | πολεμους συνεστησατο] και συνεστ. πολ. U+05D0V | παρεμβ. εν ρομφαια] ρομφ. εν πολεμω V 4 om αυτου U+05D0 | ορευγομενος U+05D0 5 τον λαον αυτ.] om λαον A (hab U+05D0V) 6 οι ανομοι] om οι U+05D0V ενωδ. V σωτ.] pr η V 7 επικραναν A ευφρανεν U+05D0 |εις] pr και U+05D0* (improb U+05D0?) 8 πολεσιν] πολι U+05D0 | εξωλοθρ V επ] εξ U+05D0V)

603
ἀπέστρεψεν ὀργὴν ἀπὸ Ἰσραήλ·

καὶ ὠνομάσθη ἕως ἐσχάτου τῆς [*](Α) γῆς, καὶ συνήγαγεν ἀπολλυμένους.

Καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη, καὶ ἀπὸ Σαμαρίας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς Ἰσραήλ.