Machabaeorum i
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσιν καὶ ταῖς χώραις, ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς κακά, καὶ μὴ πολεμήσωσιν αὐτοὺς καὶ τὰς [*](5 αφαιρεματα 2°] δοματα U+05D0V |σοι 3°] + οι προ εμοθ βασιλεις σοι U+05D0* U+05D0V (improb U+05D0c.a) 6 ποιησαι] pr και επετρεψα σοι U+05D0V νομισμα improb U+05D01.c.a (repos U+05D0c.a(vid)) | τη χωρα U+05D0V 7 δε και τα αγια ειναι] δεκτο αγια U+05D0* (δε κ τα αγ. ειν. U+05D0c.a) 8 τον απ.] om τον V αφεισθω U+05D0V 9 ως] ων U+05D0* (ως U+05D0c.b) καταστησωμεν την βασικειαν] κρατησωμεν της βασι- λειας U+05D0 | δοξασομεν Vᵃ 10 τεταρτου κ. εβδομηκοστου κ. εκατοστου] δ΄ και ο΄ και ρ΄ U+05D0 | εξηλθεν] ακι ηλθεν U+05D0* (εξηλθ. U+05D0c.a) 11 om ο βασιλευς U+05D0* (hab U+05D0c.a) την θαλασσαν] θαλασσης U+05D0V 12 κακα] pr τα U+05D0V 13 μυρι- αδας U+05D0* (-δες U+05D0c.a) χιλιαδες V πολεμικων U+05D0* (μικτων U+05D0c.a) | οκτακισχιλιω (-χιλια U+05D0¹) εππων U+05D0 14 om και τα πλοια...συνεθλιβεν την πολιν U+05D0 | συν- ηψεν V εθλιβεν V* om απο 3⁰ U+05D0 και 6°] ουδε U+05D0V 15 βασιλευσιν U+05D0V* ταδε] ταυτα U+05D0V 17 πρεσβυται U+05D0V ηλθον U+05D0V ημας] υμας A 18 ηνεγκον V ανσπιδα U+05D0 (ασπ. U+05D01(vid),c.a) | πεντακισχιλιων] α΄ U+05D0* ᾳ΄ U+05D0c.a χιλιων V 19 τοις βασιλευσιν] ταις βασ. U+05D0* (τοις βασ. U+05D0c.a) om αυτοις κακα και μη πολεμησωσιν U+05D0* (hab U+05D0c.a))
ἔδοξεν δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρʼ αὐτῶν.
εἴ τινες οὗν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ὑμᾶς, παράδοτε αὐτοὺς τῷ Σίμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσει αὐτοὺς κατὰ τὸν νόμον αὐτῶν.
καὶ ταὐτὰ ἔγραψεν Δημητρίῳ τῷ βασιλεῖ καὶ Ἀττάλῳ καὶ Ἀράθῃ καὶ Ἀρσάκῃ,
καὶ εἰς πάσας τὰς χώρας, καὶ Σαμψάκῃ, καὶ Σπαρτιάταις, καὶ εἰς Δῆλον καὶ εἰς Μύνδον καὶ εἰς Σικυῶνα καὶ εἰς τὴν Καρίδα καὶ εἰς Σάμον καὶ εἰς τὴν Παμφυλίαν καὶ Λυκίαν καὶ εἰς Ἀλικαρνασσὸν καὶ εἰς Κῶ καὶ εἰς Σίδην καὶ εἰς Ἄραδον καὶ εἰς Ῥόδον καὶ εἰς τὴν Φασήλιδα καὶ Γόρτυναν καὶ Κνίδον καὶ Κύπρον καὶ Κυρήνην.
τὸ δὲ ἀντίγραφον αὐτῶν ἔγραψεν Σίμωνι τῷ ἀρχιερεῖ.
Ἀντίοχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρὰ ἐν τῇ δευτέρᾳ, προσάγων διὰ παντὸς αὐτῇ τὰς χεῖρας καὶ μηχανὰς ποιούμενος, καὶ συνέκλεισεν τὸν Τρὺφωνα τοῦ εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι
καὶ ἀπέστειλεν αὐτῷ Σίμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά.
καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλὰ ἠθέτησεν πάντα ὅσα ἐσυνέθετο αὐτῷ τὸ πρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ.