Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὁ δὲ λαὸς ἱστήκει καθὼς ἐπέταξεν Ἰωναθάν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν.

καὶ εἵλκυσεν Σίμων τὴν δύναμιν αὐτοῦ, καὶ συνῆψεν πρὸς τὴν φάλαγγα, ἡ γὰρ ἵππος ἐξελύθη· καὶ συνετρίβησαν ἀπʼ αὐτοῦ, καὶ ἔφυγαν.

καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς Ἄζωτον, καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδώλιον αὐτῶν τοῦ σωθῆναι.

καὶ ἐνεπύρισεν Ἰωναθὰν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν, καὶ τὸ ἱερὸν Δαγὼν καὶ τὸ ἱερὸν αὐτῆς ἐνεπύρισεν ἐν πυρί.

καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐνπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους.

καὶ ἀπῆρεν ἐκεῖθεν Ἰωναθάν, καὶ παρενέβαλεν εἰς Ἀσκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ.

καὶ ἐπέστρεψεν Ἰωναθὰν σὺν τοῖς παρʼ αὐτοῦ ἔχοντες σκῦλα πολλά.

καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν Ἰωναθάν.

καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶν δίδοσθαι τοῖς συγγενεῦσιν τῶν βασιλέων· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀκκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.

[*](U+05D0V)[*](75 αυτον] αυτην U+05D0* (-τον U+05D0c.a) V φρουραν U+05D0 | Ιοππη (Ιωππ. V)] + ευρον U+05D0 | επολεμησεν V 76 φοβηθεντες] incep ε U+05D0* (improb U+05D0¹) εκυριευσαν U+05D0* (-σεν U+05D0c.a) c.b) Ιωππ. Vᵃ 77 παρεβαλεν V* παρελαβεν V¹ προηγεν U+05D0 | om και 6° U+05D0V αυτην] αυτη U+05D0 78 αυτου 1⁰] + εις πολεμον U+05D0V 79 απε- λιπεν U+05D0 80 αυτου 1⁰] αυτων V εκυκλωσεν V λαον] ναο | U+05D0* (λαον U+05D0c.a) 82 συνηψαν U+05D0 | φαραγγα U+05D0* (φαλ. U+05D0c.a) φραγγ. V* (φαρ. V¹) απ] υπ U+05D0V εφυγον V 83 εσκορπ.] εξελυθη V εφυγεν U+05D0 | Βηθδαγων] Bοδαγων U+05D0* (Βηθδ. U+05D0c.a c.b) 84 τας (τ sup ras Aa) πολεις] τας πολις U+05D0 | και το ιερον αυτης] και τους συνφυτου | τουντας εις αυτο U+05D0* (improb) του U+05D0¹?) και τους συνφευγοντας (-φυγ. V) εις αυτο U+05D0c.a c.ᵇV om εν U+05D0V 85 εγενετο U+05D0* (εγενοντο U+05D0c.a) εμπυρισθισιν U+05D0 86 εκειθεν] ενθε | U+05D0 om V εις 1⁰] επι U+05D0V Ασκαλωνα] Καλωνα A U+05D07 Ιωναθαν] + ις (εις U+05D0c.a Ιηλμ U+05D0 + εις Ιλημ V εχοντι U+05D0* (-τες U+05D0c.a) 88 om Αλεξανδρος V προσεθετο] + ετι U+05D0V 89 εστι V συγγενεσιν U+05D0* (-νευσιν U+05D0c.a) V (-σι) Ακκαρω U+05D0* (Ακκαρων U+05D0c.b))
639

Καὶ ὁ βασιλεὺς Αἰγύπτου ἤθροισεν δυνάμεις πολλὰς ὡς ἡ ἄμμος [*](A) ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ πλοῖα πολλά· καὶ ἐζήτησεν κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ, καὶ προσθεῖναι αὐτὴν τῆ βασιλείᾳ αὐτοῦ.

καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς. καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων, καὶ συνήντων αὐτῷ, ὅτι ἐντολή ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾷν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι.

ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαίδος, ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει.

ὡς δὲ ἤγγισεν Ἀζώτου,. ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγὼν ἐνεπυρισμένον καὶ Ἄζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα, καὶ τοὺς ἐνπεπυρισμένους οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ, ἐποίησαν γὰρ θιμωνιὰς. αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ.

καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν Ἰωναθάν, εἰς τὸ ψογίσαι αὐτόν· καὶ ἐσίγησεν ὁ βασιλεύς.

καὶ συνήντησεν Ἰωναθὰν τῷ βασιλεῖ εἰς Ἰόππην μετὰ δόξης, καὶ ἠσπάσαντο ἀλλήλους, καὶ ἐκοιμήθησαν ἐκεῖ.

καὶ ἐπορεύθη Ἰωναθὰν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἐλευθέρου, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλήμ.

ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκίας τῆς παραθαλασσίας, καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς.

καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον βασιλέα, λέγων Δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην, καὶ δώσω σοι τὴν θυγατέρα μου ἣν ἔχει Ἀλέξανδρος, καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου·

μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου, ἐζήτησεν γὰρ ἀποκτεῖναί με.

καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ.