Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καὶ ἔθυσαν κριὸν προβάτων, καὶ παρέθηκαν ὄψα πλείονα. (10)Εἶπεν δὲ Τωβείας τῷ Ῥαφαήλ Ἀζαρία ἀδελφέ, λάλησου ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορεία, καὶ τελεσθήτω τὸ πρᾶδγμα.
καὶ μετέδωκεν τὸν λόγον τῷ Ῥαγουήλ. καὶ εἶπεν Ῥαγουὴλ πρὸς Τωβείαν Φάγε, πίε καὶ ἡδέως γίνου, σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν· πλὴν ὑποδείξω τὴν ἀλήθειαν.
ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν, καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν, ἀπέθνησκον ὑπὸ νύκτα. ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου. καὶ εἶπεν Τωβίας Οὐ γεύομαι οὐδὲν ὧδε ἕως ἂν στήσητε καὶ σταθῆτε πρὸς μέ. καὶ εἶπεν Ῥαγουήλ Κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν· οὺ δὲ ἀδελφὸς [*](A) [*](7 ηυλογησεν A | om εαυτου A 8 η γυνπ] pr και A | εκλαυσεν Bᵃᵇ 9 om δε A* (superscr Aᵃ?) | Τωβιας BᵇA | πορεια] ενπορια A | τελεσθητω] στητω A 10 θωβιαν BᵇA | πιε] pr και A | υποδειξω] + σοι A | αληθαν B* (αληθειαν BᵃᵇA) 11 παιδιον] παιδαρον A* (παιδειον(ε sup ras] Aᵃ?) | om μου A | εαν] αν A | απεθνησκοσαν ΒaA | νυκτα] pr την A | εχον BᵃᵇA | Τω- βιας BᵇA (item 11) | γευσομαι A | om δε 1⁰ A)
καὶ ἐκάλεσεν Σάρραν τὴν θυγατέρα αὐτοῦ, καὶ λαβὼν τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν Τωβείᾳ γυναίκα, καὶ εἶπεν Ἰδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου· καὶ εὐλόγησεν αὐτοὺς.
καὶ ἐκάλεσεν Ἔδναν τὴν γυναῖκα αὐτοῦ· (1⁶)καὶ λαβὼν βιβλίον ἔγραψεν συνγραφὴν καὶ ἐσφραγίσαντο.
καὶ ἤρξαντο ἐσθίειν.
καὶ ἐκάλεσεν Ῥαγουὴλ Ἔδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ Ἀδελφή, ἑτοίμασον τὸ ἕτερον ταμεῖον καὶ εἴσαγε αὐτήν.
καὶ ἐποίησεν ὡς εἶπεν καὶ εἰσήγαγεν αὐτὴν ἐκεῖ, καὶ ἔκλαυσεν· καὶ ἀπέδέξατο τὰ δάκρυα τῆς θυγατρὸς αὐτῆς (20)καὶ εἶπεν αὐτῇ
Θάρσει, τέκνον, ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς δώῃ σοι χάριν ἀντὶ τῆς λύπης σου ταύτης· θάρσει, θύγατερ.
Ὅτε δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβείαν πρὸς αὐτήν.
ὁ δὲ πορευομενος ἐμνήσθη τῶν λόγων Ῥαφαήλ, καὶ ἔλαβεν τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκεν τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἦπαρ, καὶ ἐκάπνισεν.
ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν [*](11 υμιν] ημιν A (υμ. Aa) 12 Σαρρα A | Γωβεια] τω ωβια A | ηυ A | λογησεν A 13 συγγραφην Bᵃᵇ | εσφραγισατο A 14 ηρξατο Bᵃᵇ 15 om Ραγουηλ A | ταμιον B*U+05D0Α (ταμειον Bᵃ) | εισαγε] εισαγαγε A | 16 εισηγαγον A 17 δω A (δωῃ Aᵃ?) V III 1 το φαγειν U+05D0*] του φ. | U+05D0c.a |Τωβιαν BᵃA | ταμιον U+05D0 2 om και 4⁰ A)