Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι, καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήθη καταπεῖν τὸ παιδάριον.
ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ Ἐπιλαβοῦ τοῦ [*](A) [*](17 σικων] κατοικων A | συμπορευθητω BᵇA | εξηλθον A 18 om Αννα A 20 ως U+05D0*]+ γαρ U+05D0c.a 22 συμπορευσεται Bᵇ συνπορευεται A V Ι 3 ανε- πηδησεν] seq ras 2 circ litt in B | καταπιειν BᵃᵇA | εκραξεν U+05D0*] pr απο του φοβου U+05D0c.a)
καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Ἀνάτεμε τὸν ἰχθύν, καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν θὲς ἀσφαλῶς.
καὶ ἐποίησεν τὸ παιδάριον ὡς εἶπεν αὐτῷ ὁ ἄγγελος, τὸν δὲ ἰχθὺν ὀπτήσαντες ἔφαγον· καὶ ὥδευον ἀμφότεροι ἕως ἤγγισαν ἐν Ἐκβατάνοις.
καὶ εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Ἀζαρία ἀδελφέ, τί ἐστιν τὸ ἧπαρ καὶ ἡ καρδία καὶ ἡ χολὴ τοῦ ἰχθύος;
καὶ εἶπεν αὐτῷ Ἡ καρδία καὶ τὸ ἧπαρ, ἐάν τινα ὀχλῇ δαιμόνιον ἢ πνεῦμα πονηρόν· ταῦτα δὲ καπνίσαι ἐνώπιον ἀνθρώπου ἢ γυναικός, καὶ οὐ μηκέτι ὀχληθῇ.
ἡ δὲ χολὴ ἐνχρῖσαι ἄνθρωπον ὃς ἔχει λευκώματα ἐν τοῖς ὀφθαλμοῖς, καὶ ἰαθήσεται.
Ὡς δὲ προσήγγισαν τῇ Ῥάγῃ,
εἶπεν ὁ ἄγγελος τῷ παιδαρίῳ Ἀδελφέ, σήμερον αὐλισθησόμεθα παρὰ Ῥαγουηλῷ· καὶ αὐτὸς συγγενής σού ἐστιν, καὶ ἔστιν αὐτῷ θυγάτηρ ὀνόματι Σάρρα.
λαλήσω περὶ αὐτῆς τοῦ δοθῆναί σοι αὐτὴν εἰς γυναῖκα, ὅτι σοὶ ἐπιβάλλει ἡ κληρονομία αὐτῆς, καὶ σὺ μόνος εἶ ἐκ τοῦ γένους αὐτῆς· καὶ τὸ κοράσιον καλὸν καὶ φρόνιμόν ἐστιν.
καὶ νῦν ἄκουσόν μου [*](8 η καρδια U+05D0*c.b] την καρδιαν U+05D0c.a | αυτου ιχθ. U+05D0* (του ιχθ. U+05D0c.a⁽ᵛⁱᵈ) | δε] A εδει A | καπνισον U+05D0* (καπνισαι U+05D0c.a) | ου μηκετι] ουκετι ου μη A 9 εγχρ Bᵃ?ᵇ | λευκωμα A 10 Ἐκβατανων U+05D0 11 Ραγουηλ A | θυγατηρ + μονογενης A 12 σοι 2⁰] συ B)
τότε εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Ἀζαρία ἀδελφέ, ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσιν, καὶ πάντας ἐν τῷ νυμφῶνι ἀπολωλότας.