Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
Καὶ ἀποκριθεὶς Tωβίας εἶπεν αὐτῷ Πάτερ, ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι.
ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον, καὶ οὐ γινώσκω αὐτόν ;
καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον, καὶ εἶπεν [*](16 διδου] διαδιδου A | τοις γυμν.] τοις sup ras Bᵃᵇ | περισσευη A | om σε A A 18 καταφρονησης] μεταφρον. A 19 ο 2⁰] ον A | βουλονται] βουλεται A 20 επιδεικνυω] υποδ. A | Γαβαηλω] Γαμαηλω A | Γαβρια A | Μηδιας A 21 παιδιον] διον absciss est in A | θεον] κν A V 1 εντεταλσαι] σ sup ras Aᵃ)
καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον, καὶ εὗρεν Ῥαφαὴλ ὃς ἦν ἄγγελος, καὶ οὐκ ἤδει·
καὶ εἶπεν αὐτῷ Εἰ δύναμαι πορευθήναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδείας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων ;
καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Πορεύσομαι μετὰ σοῦ, καὶ τῆς ὁδοῦ ἐμπειρῶ, καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην.
καὶ εἶπεν αὐτῷ Τωβίας Ὑπόμεινον με, καὶ ἐρῶ τῷ πατρί.
καὶ εἶπεν αὐτῷ Πορεύου καὶ μὴ χρονίσῃς.
Καὶ εἰσελθὼν εἶπεν τῷ πατρί Ἰδοὺ εὕρηκα ὃς συνπορεύσεταί μοι. ὁ δὲ εἶπεν Φώνησον αὐτὸν πρὸς μέ, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστιν, καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ.
καῑ ἐκάλεσεν αὐτόν· καὶ εἰσῆλθεν, καὶ ἠσπάσαντο [*](A) [*](4 Ραφαηλ] pr τον A 5 Μηδειας A 6 om εις Γ αρρας...Εκβατανα U+05D0*ᵛⁱᵈ (hab U+05D0¹ᵐᵍ) 7 μενον U+05D0 | πατρι] + μου A 9 συμπορευσεται BᵇA | πιστος] + εστιν A 10 αυτους U+05D0* (αυτος U+05D0c.a))
καὶ εἶπεν αὐτῷ Τωβείτ Ἀδελφέ, ἐκ ποίας [*](B) φυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ; ὑπόδειξόν μοι.
καὶ εἶπεν αὐτῷ Φυλὴν καὶ πατριὰν σὺ ζητεῖς, ἢ μίσθιον ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβείτ Βούλομαι, ἀδελφέ, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα.