Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • 8λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτῷ ἐν
  • Ἰεροσολύμοις.
  • 9Ἰεροσόλυμα πόλις ἁγίου·
  • μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου,
  • καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων.
  • 10ἐξομολογοῦ τῷ κυρίῳ ἀγαθῶς,
  • καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων,
  • ἵνα πάλιν ἡ σκηνὴ αὐτοῦ οἰκοδομηθῇ σοι μετὰ χαρᾶς
  • καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους
  • καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους
  • εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
  • ¹¹ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα Κυρίου τοῦ θεοῦ,
  • δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ·
  • γενεαὶ γενεῶν δώσουσίν σοι ἀγαλλίαμα.
  • ¹²ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε,
  • εὐλογημένοι ἔσονται πάντες οἵ ἀγαπῶντές σε εἰς τὸν
  • αἰῶνα.
  • 13χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων,
  • ὅτι συναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τῶν
  • δικαίων.
  • [*](A)[*](7 τω βασιλει] τον βασιλεα A 8 Ιεροσολυμοις] seq ras 2 vel 3 litt in A 9 αγιου] αγια A 10 κυριω αγαθως] αγαθω A | η σκηνη] om η A | σοι 1⁰] pr εν A | ευφρανη A | αιχμαλωτους] pr εκει A 11 om και A | γενεα A | δωσουσιν] pr αινε|σουσιν σοι και A | om σοι A | αγαλλιαμα] αγαλλιασιν A 13 χαρητι B*A (χαρηθι Bᵃᵇ))
    845

  • ¹⁴ὢ μακάριοι οἱ ἀγαπῶντές σε·
  • [*](Β)
  • χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου.
  • μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ ταῖς μάστιξίν σου,
  • ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου·
  • καὶ εὐφρανθήσεται εἰς τὸν αἰῶνα ἡ ψυχὴ μου.
  • 15εὐλόγει τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν,
  • 16ἔτι οἰκοδομηθήσεται Ἰερουσαλὴμ σαπφείρῳ καὶ
  • σμαράγδῳ,
  • καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου,
  • καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες χρυσίῳ καθαρῷ,
  • 17καὶ αἱ πλατεῖαι Ἰερουσαλὴμ βηρύλλῳ καὶ ἄνθρακι καὶ λίθῳ
  • ἐκ Σουφεὶρ ψηφολογηθήσονται.
  • 18καὶ ἐροῦσιν πᾶσαι αἱ ῥῦμαι αὐτῆς ἁλληλουιὰ καὶ αἴνεσιν,
  • λέγοντες (23)Εὐλογητὸς ὁ θεὸς ὃς ὕψωσεν πάντας τοὺς
  • αἰῶνας.
  • Καὶ ἐπαύσατο ἐξομολογούμενος Γωβείτ.