Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἀνάστηθι καὶ πορεύου εἰς Σάρεπτα τῆς Σειδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε.

καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σάρεπτα, εἰς τὸν πυλῶνα τῆς πόλεως· καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλειοὺ καὶ εἶπεν αὐτῇ Λάβε δὴ ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι.

καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλειοὺ καὶ εἶπεν Λήμψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου.

καὶ εἶπεν ἡ γυνή Ζῇ Κύριος ὁ θεός σου, εἰ ἔστιν μοι ἐνκρυφίας ἀλλ’ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα.