Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἀνέστη Δαυεὶδ τὸ πρωί· καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα Δαυεὶδ λέγων
Πορεύθητι καὶ λάλησον πρὸς Δαυεὶδ λέγων Τάδε λέγει Κύριος Τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.
καὶ εἰσῆλθεν Γὰδ πρὸς Δαυείδ, καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ Ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἴδε τί ἀποκριθῶ τῷ ἀποστέλαντί με ῥῆμα.
καὶ εἶπεν Δαυεὶδ πρὸς Γάδ Στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ ἐν χειρὶ Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτειρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω.
καὶ ἐξελέξατο εαυτῷ Δαυεὶδ τὸν θάνατον· καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκεν Κύριος ἐν Ἰσραὴλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου· καὶ ἤρξατο Ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε, ἐβδομήκοντα χιλιάδες ἀνδρῶν,