Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἤκουσεν Δαυεὶδ ἐν τῆ ἐρήμῳ ὅτι κείρει Ναβὰλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ·

καὶ Δαυεὶδ ἀπέστειλεν δέκα παιδάρια, καὶ εἶπεν τοῖς παιδαρίοις Ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβάλ, καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην,

καὶ ἐρεῖτε τάδε Εἰς ὥρας καὶ σὺ ὑγιαίνων· ὁ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα.