Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπεκρίθη Ναβὰλ τοῖς παισὶν Δαυειδ καὶ εἶπεν τίς ὁ Δαυεὶδ καὶ τίς ὁ υἱὸς Ἰεσσαί; σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ.

καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνον μου καὶ τὰ θύματά μου ἃ τέθυκα τοῖς κείρουσίν μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν οἷς οὐκ οἶδα πόθεν εἰσίν ;

καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυεὶδ εἰς ὁδὸν αὐτῶν, καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυεὶδ κατὰ τὰ ῥήματα ταῦτα.