Regnorum I (Samuelis I In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ εἶπεν κύριος πρὸς Σαμουήλ Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως εἰς , ὅτι ἑόρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλεύειν.
καὶ εἶπεν Ἠὼς πορευθῶ ; καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με. καὶ εἶπεν Κύριος Δάμαλιν βοῶν λάβε ἐν τῇ χειρί σου καὶ ἐρεῖς Θῦσαι ἥκω τῷ κυρίῳ·
καὶ καλέσεις τὸν Ἰεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἐὰν εἴπω πρὸς σέ.
καὶ ἐποίησεν Σαμουὴλ πάντα ἃ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ἦλθεν εἰς Βηθλέεμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῆ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν Ἢ εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων ;
καὶ εἶπεν Εἰρήνη· θῦσαι τῷ κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ’ ἐμοῦ σήμερον. καὶ [*](Α 26 ἀναστρέψω Α Ι ταΙ ῥῆμα B* (TO ρ. Bab) 27 ἀπέστρεψεν Α 29 ουδε] καὶ οὐ Α 30 Ισρ. καὶ ἐν. λαοῦ μου] λαοῦ μου καὶ ἐν. Ισλ Α | τὼ κυρίω θέω] κݲωݲ τὼ θݲωݲ Α 31 προσεκύνησεν] + Σαουλ Β* προ|σαγ. Bb Ι ο θάνατος] om ο Α 34 ’τον οἶκον] om ’τον XVI 1 κἄγω] καὶ ἠῶ Α | ἑώρακα Bb 2 δάμαλι Α | τὼ κω ἥκω Α om τὴν A | γνωρίσω Α 4 om η 1° A)
καὶ ἐγενήθη ἐν τῷ αὐτοὺς εἰσιέναι καὶ εἶδεν τὸν Ἐλιάβ, καὶ εἶπεν Ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ.
καὶ εἶπεν κύριος πρὸς Σαμουήλ Μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ θεός· ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν.
καὶ ἐκάλεσεν Ἰεσσαὶ τὸν Ἀμειναδάβ, καὶ παρῆλθεν κατὰ πρόσωπον Σαμουήλ, καὶ εἶπεν Οὐδὲ τοῦτον ἐξελέξατο ὁ θεός.
καὶ παρήγαγεν Ἰεσσαὶ τὸν Σαμά· καὶ εἶπεν καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο κύριος.
καὶ παρῆγ’ ἂγ ἐν Ἰεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ· καὶ εἶπεν Σαμουήλ· οὐκ ἐξελέξατο κύριος ἐν τούτοις.
καὶ εἶπεν Σαμουὴλ πρὸς Ἰεσσαί Ἐκλελοίπασιν τὰ παιδάρια ; καὶ εἶπεν Ἔτι ὁ μικρός· ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ· καὶ εἶπεν Σαμουὴλ πρὸς Ἰεσσαί Ἀπόστειλον καὶ λάβε αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν
καὶ ἀπέστειλεν καὶ είσήγαγεν αὐτόν· καὶ οὗτος πυρράκης μετὰ κάλλους ὀφθαλμῶν, καὶ ἀγαθὸς ὁράσει κυρίῳ· καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ Ἀνάστα καὶ χρῖσον τὸν Δαυείδ, ὅτι οὗτος ἀγαθός ἐστιν.
καὶ ἔλαβεν Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχριδεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Δαυεὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω· καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν εἰς Ἁρμαθάιμ.
καὶ πνεῦμα κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτόν πνεῦμα πονηρὸν παρὰ Τυρίου.
καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν ἰδοὺ δὴ πνεῦμα Τυρίου πονηρὸν πνίγει σε·