Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαούλ Ἀπάγγειλον δή μοι τί εἰπέν σοι Σαμουήλ.

καὶ εἶπεν Σαοὺλ πρὸς τόν οἰκεῖον αὐτοῦ Ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται οἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.

Καὶ παρήγγειλεν Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφά,

καὶ εἶπεν πρὸς υἱούς Ἰσραήλ τάδε εἶπεν κύριος ὁ θεὸς λέγων Ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ τῶν βασιλείων τῶν θλιβουσων ὑμὰς.

καὶ ὑμεῖς σήμερον εξουθενηκατε κοτε τὸν θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε οὐχί, ἀλλ’ ἢ ὅτι βασιλέα στήσεις ἐφ’ ἡμῶν. καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.

καὶ προσήγαγεν Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραήλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμείν·

καὶ προσάγει σκῆπτρον Βενιαμεὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρεί· καὶ προσάγουσιν τήν φυλὴν Ματταρεὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κείς. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο.