Ruth

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔφαγεν Βόος καὶ ἠγαθύνθη ἡ καρδία αὐτοῦ, καὶ ἦλθεν κοιμηθῆναι ἐν μερίδι τῆς στοιβῆς· ἡ δὲ ἦλθεν κρυφῆ καὶ ἀπεκάλυψεν τὰ πρὸς ποδῶν αὐτοῦ.

ἐγένετο δὲ ἐν τῷ μεσονυκτίῳ καὶ ἐξέστη ὁ ἀνὴρ καὶ ἐταράχθη, καὶ ἰδοὺ γυνὴ κοιμᾶται πρὸς ποδῶν αὐτοῦ.

εἰπεν δέ τίς εἰ σύ ; ἡ δὲ εἶπεν ᾿Εγώ εἰμι ῾Ρούθ ἡ δούλη σου, καὶ περιβαλεῖς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου, ὅτι ἀγχιστεὺς εἶ σύ.