Ruth
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῆ γῆ· καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλέεμ τῆς ᾿Ιούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ.
καὶ ὄνομα τῷ ἀνδρὶ ᾿Αβειμέλεχ, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ ών, ᾿Εφραθαῖοι ἐκ Βαιθλέεμ τῆς Ἰούδα· καὶ ἥλθοσαν εἰς ἀγρὸν καὶ ἦσαν ἐκεῖ.
καὶ ἀπέθανεν ᾿Αβειμέλεχ ὁ ἀνὴρ τῆς Νωεμείν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς.
καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβείτιδας· ὄνομα τῇ μιᾷ ᾿Ορφά, καὶ ὄνομα τῇ δευτέρᾳ ῾Ρούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.
καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλὼν καὶ Χελαιών· καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.
Καὶ ἀνέστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωάβ, ὅτι ἤκουσαν ἐν ἀγρῷ Μωὰβ ὅτι ᾿Επέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ, δοῦναι αὐτοῖς ἄρτους.
καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾿ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ἰούδα.
καὶ εἶπεν Νωεμεὶν ταῖς νύμφαις αὐτῆς Πορεύεσθε δή, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι κύριος μεθ’ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ’ ἐμοῦ·
δῴη κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν, ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς. καὶ κατεφίλησεν αὐτάς· καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.