Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων κύριος ὁ θεὸς ἡμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπο- ρεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ, πᾶς δυνατός.

πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν αἷς ἔδωκα ὑμῖν·

ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ ἢν ἔδωκα ὑμῖν.

καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ θεὸς ἠμῶν πάσας τὰς βασιλείας ἐφ' ἃς σὺ διαβαίνεις ἐκεῖ·

οὐ φοβηθήσῇ, ὅτι κύριος ὁ θεὸς ἡμῶν αὐτὸς πολεμεῖ περὶ περὶ ὑμῶν.

καὶ ἐδεήθην ἐναντίον κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων

Κύριε ὁ θεός, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν γάρ ἐστιν θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου ;

διαβὰς οὖν ὄψομαι τὴν [*](14 Αργοβ ΒabAF | Γαρτασει] Γαργασει Ba?b? AF | Ομαχαθει] ο AF Ιαειρ AF | ἐπονόμασεν F | αυτας] αὐτὸ AF | Βασσεμαθ Αυωθ] βάσαν Αυωθ Bab(vid) (ut vid) AF 16 τὼ Γαδ δέδωκα B* τὼ Γαδδει| ἔδωκα Bab τὼ Γαδ ἔδωκα AF | Αρνων] + μέσον του χειμάρρου ὅριον Bab(mg)AF 17 Μαχαναρεθ] ἐθ’ sup ras B1 ἄπο Μαχενερεθ AF | Φασγα] φάραγγα F 18 ημων] ὑμῶν AF | ἔδωκεν] δέδωκεν AF | προπορεύεσθαι Α 19 κτήνη °] pr τὰ Α 20 om ὑμῶν ° Α | κατακληρονομησωσι Bl) | ἤμων] ὑμῶν AF | αὐτοῖς sup ras 5 (ut vid) litt Ba? 21 Ιησου AF | ἤμων 1°] Α | πάσαις ταῖς βασιλείαις F | διαβεννις Α 22 φοβηθήσῃ B*vld] BabA φοβηθησεσθαι) F + ἀπ’ ἀυτῶν AF | θεος] hiat F | πολεμήσει BabAF λεμησει) 23 ἐδέθην Α η superscr A1) | om ἐνάντιον Ba?bAF o θεὸς B*vid] #x772; BaAF | ηρξαι AF | τὼ σω...την κραταιαν] mutila multa in F | om ἐστιν AF | ἐν τὼ ουρ.] om τὼ AF | τῆς γῆς] om τῆς Ba?b | καθὰ] κα saltern sup ras B? | ἐποίησας σὺ AF)

348
[*](B) γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ἰορδάνου, τὸ ὄρος τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον.

καὶ ὑπερεῖδεν κύριος ἐμὲ ἕνεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέν μου· καὶ εἶπεν Κύριος πρὸς μέ Ικανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον.

ἀνάβηθι ἐπὶ κορυφῇ Λελαξευμένου, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς κατὰ θἁλασ- σαν καὶ βορρᾶν καὶ λίβα κα ἀνατολάς, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου. ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.

καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτόν καὶ παρακάλεσον αὐτόν, ὅτι οὗτος πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ αὐτὸς κατακληρονομήσει αὖ τὴν γῆν ἣν ἑώρακας.

καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ.

Καὶ νῦν, Ἰσραήλ, ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ κληρονομήσητε τὴν γῆν ἢν κύριος ὁ θεὸς τῶν πατέρων ἱν.

οὐ προσθήσεσθε πρὸς τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ’ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.

οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν Κύριος ὁ θεὸς ἡμῶν τῷ Βεελφεγώρ, ὅτι πᾶς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγώρ, ἐξέτριψεν αὐτὸν Κύριος ὁ θεὸς ὑμῶν ἐξ ἡμῶν·

ὑμεῖς δὲ οἱ προσκεί- μένοι κυρίῳ τῷ θεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον.

ἴδετε δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ εἰς ἢν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν.