Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὁ γὰρ κύριος ὁ θεὸς σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου. διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσεράκοντα ἔτη Κύριος ὁ θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος.

καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἠσαύ, τοὺς κατοι- κοῦντας ἐν Σηεὶρ παρὰ τὴν ὁδὸν τὴν Ἄραβά ἀπὸ Ἀραβὰ καὶ ἀπὸ Γάβερ· Γάβερ· καὶ ἐπιστρέψαντες παρήλθομεν ἔρημον ὁδὸν Μωάβ.

Καὶ εἶπεν κύριος πρὸς μέ Μὴ ἐχθραίνετε τοῖς Μωαβείταις, καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς αὐτῶν ὑμῖν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν Σηεὶρ κληρονομεῖν.

οἱ Ομμεὶν πρότεροι ἐνεκάθηντο ἐπ’ αὐτῆς, ἔθνος μέγα καὶ πολύ, καὶ ἰσχύοντες ὥσπερ οἱ Ἐνακείμ·

Ῥαφαεὶν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ἐνακείμ· καὶ οἱ Μωαβεῖται ἐπο- νομόζουσιν αὐτοὺς Ὀμμείν.

καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χορραῖος πρότερον, καὶ υἱοὶ Ἠσαὺ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν, καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν· ὃν τρόπον ἐποίησεν Ἰσραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκεν κύριος αὐτοῖς.

οὖν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς, καὶ παραπορεύεσθε τὴν φάραγγα Ζάρετ. καὶ παρήλθομεν τὴν φάραγγα Ζάρετ,

καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Καδὴς Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζάρετ τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς βολῆς, καθότι ὤμοσεν αὐτοῖς ὁ θεός·

καὶ ἡ χεὶρ τοῦ θεοῦ ἦν ἐπ᾿ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς, ἕως οὖ διέπεσαν.

[*](6 παρ’ ἀυτῶν 1°] ἀπ’ ἀυτῶν Α 7 ἤμων] ὑμῶν Α | διαγνωθι] α sup ras ut vid post θ vero ras I certe lit Ba? | εκεινην] ταύτην AF* εκ. F1mg) | τέσσαρ’. Bb 8 ymvn] ἤμων BabAF ) επιστρεψαντες] ἐπιστραφέντες AF | παρήλθομεν] ἀνέβημεν F | ὀδὸν ἔρημον Ba?A om ἔρημον F 9 Μωαβιταις BbA | ὕμιν ἄπο τῆς γ. ἀυτῶν AF | Σηειρ BA*vid] Αροηρ Aa? (sup ras) F 10 Οομμειν Α | το προτερον τὸ πρότερον AF | ισχυοντες] ἰσχυρὸν AF | Ενακειμ] Ενακειν F*?1? 11 Ραφαειμ Α | Ομμιειν Α 12 πρότερον] pr τὸ BabAF | υιοι] pr οἱ AF | ἐξέτριψαν αὐτοὺς καὶ ἀπώλεσαν αὐτοὺς Α | κατοικεισθησαν AF κατοικισθ.) | τῆς κληρον.] om τῆς AF | δέδωκεν] ἔδωκεν AF 13 om καὶ ἀπάρατε Α | Εαρετ °] Ζαρε.᾿ F | om καὶ παρήλθομεν τὴν φαρ. Ζαρετ A*vid (hab in mg et sup ras φαραγγα| Ζαρετ...Ζαρε [sic] Aa?) F 14 Ζαρεθ F | γενεᾶι pr η Α | πολεμιστῶν] pr τῶν F | om ἄπο· A*vid (hab sup ras et in mg αποθν. ἐκ τῆς παρεμβ. Aa?) F | ο θεος] αὐτοῖς κݲςݲ ο θ. Bab κݲςݲ αὐτοῖς AF 15 του θεοῦ] κݲυݲ Bab εξανηλ. B*)] pr του AF | om μέσου AF | om οὐ F)
344
[*](B)

Καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ λαοῦ,

καὶ ἐλάλησεν κύριος πρὸς μὲ λέγων

Σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωὰβ τὴν Σηείρ, καὶ

προσάξετε ἐγγὺς υἱῶν Ἀμμάν· μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον, οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Ἀμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ.

γῆ Ραφαεὶν λογισθήσεται, καὶ γὰρ ἐπ’ αὐτῆς κατῴκουν οἱ Ῥαφαεὶν τὸ πρότερον, καὶ οἱ Ἀμμανεῖται ὀνομάζουσιν αὐτοὺς Ζοχομείν,

ἔθνος μέγα κα πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ἐνακείμ· καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·

ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ἠσαὺ τοῖς κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ ἀντ’ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·

καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες ἐν Ἁσηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν, αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν.

νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε, καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Ἀρνῶν· ἰδοὺ παραδέδωκα εἰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον.

ἐν τῆ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται, καὶ ὠδῖνες ἕξουσιν ἀπὸ προσώπου σου.

Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα Ἑσεβὼν λόγοις εἰρηνικοῖς λέγων