Numbers
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοί, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ·
ἐὰν δὲ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ, δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιοτα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ· κληρονομήσει τὰ αὐτοῦ. καὶ ἔσται τοῦτο τοῖς υἱοῖς ᾿Ισραὴλ δικαίωμα κρίσεως, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ᾿Ανάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν, τοῦτο τὸ ὄρος Ναβαύ, καὶ ἴδε τὴν γῆν Χανάαν, ἢν ἐγὼ δίδωμι τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν κατασχέσει·
καὶ ὄψει αὐτήν, καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καθὰ προσετέθη ᾿Ααρὼν ὁ ἀδελφός σου ἐν τῷ Ὥρ τῷ ὄρει·
διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σεῖν, ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγήν , ἁγιάσαι με· οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν, τοῦτο ἔστιν ὕδωρ ἀντιλογίας ἐν Καδὴς ἐν τῇ ἐρήμῳ Σεῖν.
καὶ εἶπεν Μωυσῆς πρὸς κύριον
᾿Επισκεψάσθω κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης,
ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν καὶ πρὸ προσώπου αὐτῶν, καὶ ὅστις ἐξάξει αὐτοὺς αὐτούς, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστιν ποιμήν.
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Λάβε πρὸς σεαυτὸν τὸν Ἰησοῦν υἱὸν Ναυή, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ’ αὐτόν·
καὶ στήσεις αὐτὸν ἔναντι ᾿Ελεαζὰρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς, καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν·
καὶ δώσεις τῆς δόξης σου ἐπ’ αὐτόν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ ᾿Ισραήλ.