Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ προσέθετο Βαλὰκ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων.

καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ λέγουσιν αὐτῷ τάδε λέγει Βαλὰκ ὁ τοῦ Σεπφώρ Ἀξιῶ σ.ε, μὴ ὀκνήσῃς ἐλθεῖν πρὸς μέ·

ἐντίμως γὰρ [*](AF)[*](3 ὑιῶν] pr των F 4 ως] ωσει AF Ι εκλιξαι ] εκλιξει AF | τα ἐκ του πεδίου· και sup ras Bab | βασιλευ F* Βασιλευς F1) Ι Βωαβ F* (Μωαβ F1 (vid)) 5 Βεωρ] Βαιωρ Α | Φαθουρα] Βαθουρα Α | ο] ος AF 6 αρασαι] κατάρασαι Α Ι ἰσχύει ἰσχύι F) οὕτος η ἡμεῖς BF] ἰσχυρότερος μου ἐστιν Α ἔαν 1°] + δε F Ι εκ τῆς sup ras Aa | ὄιδα] + ὅτι Α | ἔαν 2° 3°] ευλογης Α | ηὐλόγηνται F Ι καικατηρανται F 8 πρᾶγμα Α Ι εαν ἀν’ AF 9 καὶ ἦλθεν ο #x772; sup ras Ba Ι πάρα 1° Ba (sup ras)] πρὸς 10 αὐτοὺς] αγγελους Α 11 om ἴδου 2° AF Ι κεκάλυφεν] ἐκάλυψεν απο] εκ AF 12 ηυλογημενος F 14 εἶπαν] εἶπον AF + αυτω AF 15 ετι Βαλακ AF 16 Βαλακ] Βαλααμ F)

305
τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί [*](B) μοι τὸν λαὸν τοῦτον.

καὶ ἀπεκρίθη Βαλαὰμ καὶ εἶπεν τοῖς ἄρχουσιν βαλάκ Ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου τοῦ θεοῦ, ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου.

καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι τί προσθήσει κύριος λαλῆσαι πρὸς μέ.

καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλαὰμ καὶ εἶπεν αὐτῷ Εἰ καλέοαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τό ῥῆμα ὃ ἂν λαλήσω πρὸς σέ, τοῦτο ποιήσεις.

καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ, καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωάβ.

καὶ ὠργίσθη θυμῷ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός, καὶ ἀνέστη ὁ ἄγγελος τοῦ θεοῦ ἐνδιαβαλεῖν αὐτόν· καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ.

καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῆ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ αὐτῆς καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ, τοῦ εὐθῦναι αὐτὴν ἐν τῆ ὁδῷ.

καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν·

καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ προσέθλιψεν αὐτὸν πρὸς τὸν τοῖχον, καὶ ἀπέθλιψεν τὸν πόδα Βαλαάμ, καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν.

καὶ προσέθετο ὁ ἄγγελος τοῦ θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἢν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν.

καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τ·οῦ θεοῦ συνεκάθιδεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ.

καὶ ἤνοιξεν ὁ θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαάμ Tt ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον ;