Numbers
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ῥουβὴν ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν· δεύτεροι ἐξαροῦσιν.
Καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἡ παρεμ- βολὴ τῶν Λευειτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβάλλουσιν, οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ’ ἡγεμονίαν.
Τάγμα παρεμβολῆς Ἐφράιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ τῶν υἱῶν Ἐφράιμ ’Eλεισαμὰ υἱὸς Ἐμιούδ·
δύναμις αὐτοῦ οἱ [*](3 κάτα νότον] πρῶτοι AF Ι κατ’] κάτα F | om καὶ ο ἄρχων Α* (hab AF ?(mg)) | Αμιναδαβ BbAF 4, 6 ἐπεσκεμμένοι] ἠριθμημένοι Α υλης BA 1] φυλη Α* F 8 ἀυτῶν] αὐτοῦ AF 9 παρεμβολῆς] φυλῆς (hab παρ’. F l mg sed pr Ak.) | ἕκατον] κάτον sup ras 7 vel 8 litt Aa Aa pr καὶ AF Ι εξαρουσιν] ἀναζεύξουσιν Α 10 λίβα] νότον F Ι δυναμις] σὺν δυνάμει AF Ι Σεδιουρ] Εδιουρ Α 11 επεσκεμ- Α 12 παρεμβάλλοντες BabAF Ι φυλὴ AF | Σουριαδαει F 13–16 ἐπεσκεμμένοι (ter)] ἠριθμημένοι Α 14 BabAF Ι Ελισαφ AF 16 om ἐκ BabAF | ἕκατον πέντ’. μία] ία καὶ πέντ’. καὶ ἐκ. Α ἐκ. καὶ πέντ’. F Ι εξαρουσιν] ἀναζεύξουσιν Α 17 Λευιτ. F (ita identidem) Ι μέσον] ἄνα μέσων Α | τῶν παρ’.] om τῶν F | om καὶ 3 F Ι ἐξαροῦσιν] ἀναζεύξουσιν Α | καθ’ ἡγεμονίαν] κάτα τάγμα ἀυτῶν Α καθ’ ἦγ’. υτων F 18 πάρα] κάτα Α | Ελισαμα AF | om ὑίος B* (hab BabAF))
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσή, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσὴ Γαμαλιὴλ υἱὸς Φαδασσούρ·
δύναμις οὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
καὶ οἱ παρεμβαλόντες ἐχόμενοι φυλῆς Βενιαμείν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμεὶν Ἀβειδὰν υἱὸς Γσδεωνεί·
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες κοὶ τετρακόσιοι.
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφράιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατόν, σὺν δυνάμει αὐτῶν· τρίτοι ἐξαροῦσιν.
Τάγμα παρεμβολῆς Δὰν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, κοὶ ὁ ὄρχων τῶν υἱῶν Δὰν Ἀχιέζερ υἱὸς Ἀμεισαδαί·
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι.
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Ἀσήρ, καὶ ὁ ἄρχων τόν υἱῶν Ἀσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν·
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία· καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι.