Leviticus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ τοῦ θυσιαστηρίου, καὶ ἔσται τὸ στηθύνιον Ἀαρὼν καὶ ἔσται τοῖς υἱοῖς αὐτοῦ.
καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν·
ὁ προσφέρων τὸ αἷμα τοῦ σωτηρίου καὶ τὸ στέαρ τὸ ἀπὸ τῶν υἱῶν Ἀαρών, αὐτῷ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι.
τὸ γὰρ ἴον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου καὶ ἔδωκα αὐτὰ Ἀαρὼν τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ, νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραήλ.
Αὕτη ἡ χρίσις Ἀαρὼν καὶ ἡ χρίσις τῶν υἱῶν αὐτοῦ ἀπὸ τῶν καρπωμάτων κυρίου, ἐν ᾗ ἡμέρᾳ π ροσηγάγετο αὐτοὺς τοῦ ἱερατεύειν τῷ κυρίῳ,
καθὰ ἐνετείλατο Κύριος δοῦναι αὐτοῖς ᾗ ἡμέρᾳ ἔχρισεν αὐτοὺς παρὰ τῶν υἱῶν Ἰσραηλ. νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν.
οὗτος ὁ νόμος τῶν ὁλοκαυτωμάτων καὶ θυσίας καὶ περ ἁμαρτίας καὶ τῆς πλημμελίας καὶ τῆς τελειώσεως καὶ τῆς θυσίας τοῦ σωτηρίου, ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ ἐν τῷ ὄρει Σεινά, ἡ ἡμέρᾳ ἐνετείλατο τοῖς υἱοῖς Ἰσραὴλ προσφέρειν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἐν τῆ ἐρήμῳ Σεινά.
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Λάβε Ἀαρὼν καὶ τοὺς αὐτοῦ καὶ τὰς στολὰς αὐτοῦ, καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸν τὸν περὶ τῆς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανοῦν τῶν ἀζύμων·
καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν [*](AF 17 ἄπο] ἐκ F 19 σωτηρίου 10] + αὐτοῦ F | κυρίω 1ο] pr τὼ F κυ Α Ι Κυριω 2ο] pr τὼ F | om κα 2ο BabF | σωτηρίου 2ο] + αὐτοῦ F 20 του ηπατος] pr ’τον εἴ F | δόμα] δόκιμα F* δόμα F1) I ἐνάντιον F 21 ἔπι του θυσιαστηρίου] ἔπι του στηθυνίου. ἔπι τὸ θυσιαστήριον F | om ἔσται 2ο AF 23 σωτηριου] θυσιαστηρίου F | τὸ απο] om τὸ F 25 Κυριου] pr του F | τὼ κυριω] om τὼ F 26 καθα] καθότι F 28 Σινα Β? AF (bis) VIII 2 Aαρων] pr ’τον F | om αὐτοῦ 2ο F | ’τον πέρι] τὸ περ F τῆ συναγωγὴ F)
καὶ ἐποίησεν Μωυσῆς ὃν τρόπον συνέταξεν [*](B) αὐτῷ Κύριος, καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
καὶ εἰπεν Μωσῆς τῆ συναγωγῇ τοῦτό ἐστιν τὸ ῥῆμα, τοῦτό ἐστιν ὃ ἐνετείλατο κύριος ποιῆσαι.
καὶ προσ- Μωυσῆς τὸν Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἔλουσεν αὐτοὺς ὕδατι·
καὶ ἐνέδυσεν αὐτοὺς τὸν χιτῶνα καὶ ἔζωσεν αὐτοὺς τὴν καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέθηκεν ἐπ’ αὐτὸν τὴν ἐπωμίδα, καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ·
καὶ ἐπέθηκεν ἐπ’ αὐτὴν τὸ λόγιον, καὶ ἐπέθηκεν ἐπὶ τὸ λόγιον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν·
καὶ ἐπέθηκεν τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὅν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως,
καὶ ἔρανεν ἀπ’ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις. (10b)καὶ ἔχρισεν τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτό, καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισεν τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἡγίασεν αὐτήν.
καὶ ἐπέχεεν Μωσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ἀαρών, καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν.
καὶ π ροσήγαγεν Μωυσῆς τοὺς υἱοὺς καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξεν Κύριος τῷ Μωυσῇ.