Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Εἴσελθε λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου ἴνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ.
ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Ἰσραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι.
εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών, καὶ αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.
καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ῥουβὴν πρώτω Ἰσραήλ· Ἑνὼχ καὶ Φαλλούς, Ἁσρὼν καὶ Χαρμεί· αὕτη ία Ῥουβήν.
καὶ υἱοὶ Συμεών· Ἰεμιὴλ καὶ ’1αμεὶν καὶ Ἰώαδ καὶ Ἰαχεὶν καὶ Σάαρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν νἱῶν Συμεών.
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευεὶ κατὰ συγγενίας αὐτῶν · Γεδσὼν καὶ Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς Λευεὶ ἑκατὸν τριάκοντα ἑπτά.
καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενὶ ἴ’, οἶκοι πατριᾶς αὐτῶν.
καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Χεβρὼν καὶ Ὀζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἔτη.
καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ Ὀμουσεί. οὗτοι οἶκοι Λευεὶ κατὰ συγγενίαν αὐτῶν.
καὶ ἔλαβεν Ἀμβρὰν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἕτη τῆς ζωῆς Ἀμβρὰν ἑκατὸν τριάκοντα δύο ἔτη.