Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
αὐτοὶ πορευόμενοι συλλέγετε ἑαυτοῖς ἄχυρα ὅθεν ἐὰν εὕρητε, οὐ γὰρ ἀφαιρεῖται ἀπὸ τῆς συντάξεως ὑμῶν οὐθέν.
καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ γῆ Αἰγύπτῳ συναγαγεῖν καλάμην εἰς ἄχυρα·
οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς λέγοντες Συντελεῖτε τὰ ἔργα τὰ καθήκοντα καθ’ ἡμέραν καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμῖν.
καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν Ἰσραὴλ οἱ κατασταθέντες ἐπ’ αὐτοὺς ὑπὸ τῶν ἐπ’ ἐπιστατῶν τοῦ Φαραώ, λέγοντες Διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθίας καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν καὶ τὸ τῆς σήμερον;
εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ἰσραὴλ κατεβόησαν πρὸς Φαραὼ λέγοντες ἵνα τί οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις;
ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου, καὶ τὴν πλίνθον ἡμῖν λέγουσιν ποιεῖν, καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται· ἀδικήσεις οὖν τὸν λαόν σου.
καὶ εἶπεν αὐτοῖς Σχολάζετε, σχολασταί ἐστε· διὰ τοῦτο λέγετε πορευθῶμεν θύσωμεν τῷ θεῷ ἡμῶν.
νῦν οὖν πορευθέντες ἐργάζεσθε· τὸ γὰρ ἄχυρον οὐ [*](AF) [*](5 πολυ· πλ. B a (vid) | ο λᾶος] + τῆς γῆς AF 7 προστεθήσεται προστεθήσεσθαι Α | τὴν λινθουργιαν (πλινθουργειαν F)] om την A * (superscr A1) | χθὲς B b | τρίτην ημεραν] + καὶ τὸ τῆς σήμερον Α B πλωθουργιας Α πλσθουργειας F | ποιοῦσιν] ποιοῦσι ποιήσουσιν F ἐπιβαλεῖτε F | ἀφελεῖτε F | ελινθουρνγειας] πορευθῶμεν AF 9 (bis)] μεριμνασθωσαν A | κενοις] καίν’ ὄις Α 10 εργοδιωκται] + λαοῦ F 11 αυτοι]+ ὑμεῖς (αυτοι ϋ|μενοι F*) | ευπητε] τὴν συνταξιν τῆς πλινθιας ἀποδώσετε F? | ἀφαιρεῖτε BA 12 om γῆ 13 τὰ ἔργα] + ὑμῶν F | καθ’ ἡμέραν] τὴν ἠμ’. F | ἐδίδετο Α 14 om γένους F Ι ἐπ’ αὐτοὺς ὕπο τῶν ἐπ’.] ὐπ’. ἀυτῶν ἐπ’. F* ὐπ’ αὐτοὺς ὕπο τῶν ἐπ’. F1 mg | λεγοντων F | τῆς πλινθιας B* A] τῆς πλινθείας Bab om F | χθὲς 16 τὴν πλίνθον ἥμιν λέγουσιν] τὴν σύνταξιν λέγ’. ἥμιν F 17 θύσωμεν] pr κα AF 18 πορευθέντες ἀπελθόντες AF)
ἑώρων [*](B) δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ἰσραὴλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες οὐκ ἀπολείψετε τῆς πλινθίας τὸ καθῆκον τῇ ἡμέρᾳ.
συνήντησαν δὲ Μωυσῇ καὶ Ἀαρὼν ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς, ἐκ ἐκπορευομένῶν αὐτῶν ἀπὸ Φαραώ,