Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν τίς ἔδωκεν στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησεν δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ ὁ θεός;
καὶ νῦν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ὃ μέλλεις λαλῆσαι.
καὶ εἶπεν Μωυσῆς Δέομαι, Κύριε, προχείρισαι δυνάμενον ἄλλον ὃν ἀποστελεῖς.
καὶ θυμωθεὶς ὀργῇ κύριος ἐπὶ Μωυσῆν εἶπεν οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευείτης ; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ.
καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ, καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε.
εκαὶ αὐτός σοι λαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἱστᾶι σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν.
καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου, ἐν ᾗ ποιήσεις ἐν οὐτῇ τὰ σημεῖα.
Επορεύθη δὲ Μωυσῆς καὶ ἀπέστρεψεν πρὸς Ἰοθὸρ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ, καὶ ὄψομαι εἰ ἔτι ζῶσιν. καὶ εἶπεν ’1οθὸρ Μωυσῇ Βάδιζε ὑγιαίνων. μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου.
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἐν Μαδιάμ Βάδιζε ἄπελθε εἰς Αἴγυπτον· τεθνήκασιν γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν.
ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβί- βασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια, καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβεν δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ.