Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν Μωυσῆς πρὸς Ἴδου σύ μοι λέγεις Ἀνάγαγε τὸν λαὸν τοῦτον· σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποσταλεῖς μετ' ἐμοῦ· σὺ δέ μοι εἶπας Οἶδα σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ' ἐμοί.

εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἄν ὦ χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο.

καὶ λέγει Αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε.