Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς ὁμοθυμαδὸν καὶ εἶπαν Πάντα ὅσα εἶπεν ὁ θεὸς σομεν καὶ ἀκουσόμεθα· ἀνήνεγκεν δὲ Μωυσῆς τοὺς λόγους τούτους πρὸς τὸν θεόν.
εἶπεν δὲ κύριος πρὸς Μωσῆν Ἴδου ἐγὼ παραγί- νομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σέ, καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα. ἀνήγγειλεν δὲ Μωσῆς τὰ ῥήματα τοῦ λαοῦ πρὸς κύριον.
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν [*](23 εἰς ’τον ἑαυτοῦ τόπον μετ’ εἰρήνης ηξει] ἤξει εἰς ’τον τόπον αὐτοῦ μετ’ AF εἰρήνης AF 25 Μωυσης AF | δεκαδάρχους] + καὶ γραμματοεισαγωγεις AF 26 ἔκρινον (bis) AF | πὰν ’δε ρ. ὑπέρογκον] τὸ ’δε ρ. τὸ ὑπέρογκον AF | ἀνέφερον AF | ἔπι] πρὸς Α 27 ’τον ἑαυτοῦ γαμβρὸν] ’τον γ. ἑαυτοῦ Α ’τον γ. αὐτοῦ F | τὴν] η sup ras B 1? a? XIX 1 ἦλθον AF | του Σεινα] του Σίνα Bb Σίνα AF 2 ἀπῆραν] ἐξῆραν AF | ηλθοσαν] ἦλθον AF | Σεινα] Σίνα B b AF 3 Μωνσης AF | οὐράνου] ὄρους AF 5 τῆς ἐμῆς φ.] τῆς φ. μου AF 7 ἐλάλησεν πρὸς] ἐκάλεσεν B ab (-σε) AF | του λαοῦ] Ισραηλ Α | ἀυτῶ] αὐτοῖς AF 8 ἀπεκρίθη ’δε] καὶ ἀπεκρίθη Α | τούτους] του λαοῦ AF 9 Μωυσῆν AF | Μωυσης AF)
καὶ ἴστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σεινὰ ἐναντίον παντὸς τοῦ λαοῦ.
καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων Προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος καὶ θιγεῖν τι αὐτοῦ· πᾶς ὁ ἁψάμενος τοῦ ὄρους θανάτῳ τελευτήσει.
οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται· ἐάν τε κτῆνος ἐάν τε ἄνθρωπος, οὐ ζήσεται ὅταν αἱ φωναὶ καὶ αἱ σάλ- πιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος.
κατέβη δὲ Μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαόν, καὶ ἡγίασεν αὐτούς· καὶ ἔπλυναν τὰ ἱμάτια.