Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
τῷ δὲ ἸωςὴΦ ἐγένοντο υἱοὶ δύο πρὸ τοῦ ἐλθεῖν τὰ ἑπτὰ err; τοῦ λιμοῦ, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ ΙΙετρεΦῆ ἱερέως Ἡλίου ΙΙόλεως.
ἐκάλεσεν δὲ ἸωσὴΦ τὸ ὄνομα τοῦ πρωτοτόκου Μαννασσὴ λέγων Ὃτι ἐπιλαθέσθαι με ἐποίησεν ὁ θεὸς πάντων τῶν πόνων μου καὶ πόντων τῶν τοῦ πατρός μου·
τὸ δὲ ὄνομα τοῦ δεῦ. τέρου ἐκάλεσεν ἘΦράιἲμ, Ὃτι ὕψωσέν με ὁ θεὸς ἐν γῇ ταπεινώσεως μου.
ΙΙαρῆλθον δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας ἃ ἐγένετο ἐν γῇ Αἰγύπτῳ,
καὶ ἤρξαντο τὰ ἑπτὰ ἴτη τοῦ λιμοῦ ἔρχεσθαι, καθὰ εἶπεν καὶ ἐγένετο λιμὸς ἐν πόσῃ τῇ γῇ· ἐν δὲ πάσῃ γῇ Αἰγύπτου οὐκ ἦσαν ἂρτοι.
καὶ ἐπείνασεν πᾶσα ἡ γῆ Αἰγύπτου, ἐκέκραξεν δὲ πᾶς ὁ λαὸς πρὸς Φαραὼ περὶ ἄρτων· εἶπεν δὲ Φαραὼ πᾶσι τοῖς Αἰγυ [*](D) πτίοις ΙΙορεύεσθε πρὸς ἸωσήΦ, καὶ ὃ ἐὰν εἲπη ὑμῖν ποιήσατε.
§ καὶ ὁ λιμὸς ἦν fVt προσώπου πόσης τῆς γῆς· ἀνέῳξεν δὲ ἸωσἠΦ πάντας τοὺς σιτοβολῶνας, καὶ ἐπώλει πᾶσι τοῖς Αἰγυπτίοις.
καὶ πᾶσαι αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον πρὸς ἸωσήΦ. ἐπεκρότησεν γὰρ ὁ λιμὸς ἐν πάσῃ τῇ γῇ.
Ἰδὼν δὲ Ἰακὼβ ὃτι ἐστὶν πρᾶαις ἐν Αἰγύπτῳ εἶπεν τοῖς τοῖς αὐτοῦ ἵνα τί ῥᾳθυμεῖτε ;
ἰδοὺ ἀκήκοα ὅτι ἐστὶν σῖτος ἐν Αἰγύπτῳ· κατάβητε ἐκεῖ καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα, ἳνα ζῶμεν καὶ μὴ ἀποθόνωμεν.
κατέβησαν δὲ οἱ ἀδελφοὶ ἸωσὴΦ οἱ δέκα πρίασθαι σῖτον ἐξ Αἰγύπτου·
τὶν δὲ Βενιαμεὶν τὸν ἀδελφὸν ἸωσὴΦ οὐκ ἀπέστειλεν μετὰ τῶν ἀδελφῶν αὐτοῦ· εἶπεν γάρ Μή ποτε συμβῇ αὐτῷ μαλακια.
ἦλθον δὲ οἱ υἱοὶ Ἰσραὴλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων· [*](DE) [*](46 γῆν Αιγυπτου] Αἴγυπτον D τὴν γῆν Αἰγύπτου E 47 δραχματα DE 48 om η D Ι ευθηνεια Α | Αἰγύπτω E | Αιγυπτω ἔθετο E Ι ἐν ταῖς ets τὰς πόλεις E | om Ων D siE | ἐν αυτη] om ἐν Ε 49 49 ωσει] ἐδύνατο D 50 του λιμοῦ] τῆς λιμοῦ Ε | ΙΙετεΦρη E | om Ε Ι Ιλιου πόλεως Α 51 Μανασση E Ι om λέγων Ε j επελαθεθαι Α 52 ὕψωσεν] ηὔξησεν Ε 53 ευθηνειασ Α | εγεωετο] εγενοντο Ε 54 καὶ εγενετο] ἐγένετο ’δε E Ι πάση γῆ Αἰγύπτου] π. τῆ γῆ Αἰγύπτω Ε 55 ο ἔαν ειπη] ο ἔαν λέγει E Ι ποιήσατε] pr τοῦτο Ε 56 προσώπου] πρόσωπον D (...πον D) Ε XLII 1 ραθυμειται D ω[μεν] D 4 απεστειλεν] + Ιακωβ D Ι μαλάκια] + ἐν τῆ Ε 5 οἱ υιοι om οἱ Ε Ι Ισραηλ] + εἰς Αἴγυπτον DE)
ἸωσὴΦ δὲ ἦν ἄρχων τῆς γῆς, οὗτος [*](Α) ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς· ἐλθόντες δὲ οἱ άσελΦοὶ ἸωσὴΦ πρόσ’· εκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἔπι τὴν γῆν.
ἰδὼν δὲ ἸωσὴΦ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπέγνω, καὶ ἠλλοτριοῦτο ἀπ’ αὐτῶν καὶ ἐλάλησεν αὐτοῖς σκληρά, καὶ εἶπεν αὐτοῖς ΙΙόθεν ἥκατε ; οἱ δὲ εἶπαν Ἐκ γῆς Χανάαν, ἀγοράσαι βρώματα.
ἐπέγνω δὲ ἸωσὴΦ τοὺς ἀδελφοὺς αὐτοῦ, αὐτοὶ δὲ οὐκ ἐπέγνωςαν αὐτόν·
καὶ ἐμνήσθη ἸωσὴΦ τῶν ἐνυπνίων ὦν ἴδεν αὐτός. καὶ εἶπεν αὐτοῖς Κατάσκοποί ἐστε, κατα νοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε.
δὲ εἶπαν οὐχί, κύριε· οἱ παῖδές σου ἤλθομεν πριάσασθαι βρώματα·
πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀν- θρώπου, εἰρηνικοί ἐσμεν· οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι.
εἶπεν δὲ αὐτοῖς οὐχί, ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθατε ἰδεῖν.