Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔτεκεν Ἁγὰρ τῷ Ἀβρὰμ υἱόν, καὶ ἐκάλεσεν Ἀβρὰμ τὸ ὄνομα υἱοῦ αὐτοῦ, ὃν ἕνεκεν αὐτῷ Ἁγάρ, Ἰσμαήλ. Ἀβρὰμ δὲ ἦν ὀγδοήκοντα ἔξ ἐτῶν ἡνίκα ἔτεκεν Ἁγὰρ τὸν Ἰσμαὴλ τῷ Ἀβράμ.

Ἐγένετο δὲ Ἀβρὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη Κύριος τῷ Ἀβρὰμ καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος·

καὶ καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα.

καὶ ἔπεσεν Ἀβρὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ θεὸς λέγων

Καὶ ἐγώ, ἡ διαθήκη μου μετὰ σοῦ· καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν.

καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἁβράμ, ἀλλ’ ἔσται Ἀβραὰμ τὸ ὄνομα σου· ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.

καὶ αὐξάνω σε σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.