Description of Greece
Pausanias
Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
ἔμελλε δʼ ἄρα ὑπεροψίας δίκη περιήξειν καὶ Φιλοποίμενα. ὡς γὰρ δὴ τῶν Ἀχαιῶν ὄγδοον ἀπεδείχθη τότε ἡγεμών, ἀνδρὶ οὐ τῶν ἀδόξων ὠνείδισεν ἁλῶναι ζῶντα ὑπὸ τῶν πολεμίων αὐτόν· καὶ—ἦν γὰρ τηνικαῦτα ἐς Μεσσηνίους Ἀχαιοῖς ἔγκλημα—Λυκόρταν σὺν τῇ στρατιᾷ ὁ Φιλοποίμην ἀποστέλλει δῃώσοντα τῶν Μεσσηνίων τὴν χώραν, αὐτὸς δὲ τρίτῃ μάλιστα ὕστερον ἡμέρᾳ, πυρετῷ τε ἐχόμενος πολλῷ καὶ πρόσω βεβιωκὼς ἑβδομήκοντα ἐτῶν, ὅμως ἠπείγετο μετασχεῖν Λυκόρτᾳ τοῦ ἔργου· ἱππέας δὲ καὶ πελταστὰς ἦγεν ὅσον ἑξήκοντα.
Λυκόρτας μὲν δὴ καὶ ὁ σὺν αὐτῷ στρατὸς ἀνέστρεφον ἤδη τηνικαῦτα ἐς τὴν οἰκείαν, οὔτε ἐργασάμενοι μέγα Μεσσηνίους οὐδὲν οὔτε αὐτοὶ παθόντες· Φιλοποίμενα δὲ—ἐβλήθη γὰρ ἐν τῇ μάχῃ τὴν κεφαλὴν καὶ ἀπέπεσεν ἀπὸ τοῦ ἵππου—ζῶντα ἐς Μεσσήνην ἄγουσιν αὐτόν. συνελθόντων δὲ αὐτίκα ἐς ἐκκλησίαν, διάφοροι παρὰ πολὺ καὶ οὐ πάντων κατὰ ταὐτὰ ἐγίνοντο αἱ γνῶμαι·
Δεινοκράτης μὲν καὶ ὅσοι τῶν Μεσσηνίων ἦσαν δυνατοὶ χρήμασι, παρεκελεύοντο ἀποκτεῖναι Φιλοποίμενα· οἱ δὲ τοῦ δήμου περιποιῆσαι τὰ μάλιστα εἶχον σπουδήν, πλέον τι ἢ παντὸς τοῦ Ἑλληνικοῦ πατέρα ὀνομάζοντες. Δεινοκράτης δὲ καὶ ἀκόντων Μεσσηνίων ἔμελλεν τε ἄρα Φιλοποίμενα ἀναιρήσειν ἐσπέμψας φάρμακον.
Λυκόρτας δὲ μετʼ οὐ πολὺ ἀθροίσας ἔκ τε Ἀρκαδίας καὶ παρʼ Ἀχαιῶν δύναμιν ἐστράτευσεν ἐπὶ Μεσσήνην· καὶ ὁ δῆμος αὐτίκα ὁ τῶν Μεσσηνίων προσεχώρησε τοῖς Ἀρκάσι, καὶ οἱ Φιλοποίμενι αἰτίαν θανάτου παρασχόντες ἁλόντες πλὴν Δεινοκράτους ὑπέσχον τιμωρίαν οἱ ἄλλοι, Δεινοκράτης δὲ ἀφίησιν αὐτοχειρίᾳ τὴν ψυχήν. κατάγουσι δὲ καὶ ἐς Μεγάλην πόλιν τοῦ Φιλοποίμενος τὰ ὀστᾶ οἱ Ἀρκάδες.
καὶ ἤδη τὸ μετὰ τοῦτο ἐς ἀνδρῶν ἀγαθῶν φορὰν ἔληξεν ἡ Ἑλλάς. Μιλτιάδης μὲν γὰρ ὁ Κίμωνος τούς τε ἐς Μαραθῶνα ἀποβάντας τῶν βαρβάρων κρατήσας μάχῃ καὶ τοῦ πρόσω τὸν Μήδων ἐπισχὼν στόλον ἐγένετο εὐεργέτης πρῶτος κοινῇ τῆς Ἑλλάδος, Φιλοποίμην δὲ ὁ Κραύγιδος ἔσχατος· οἱ δὲ πρότερον Μιλτιάδου λαμπρὰ ἔργα ἀποδειξάμενοι, Κόδρος τε ὁ Μελάνθου καὶ ὁ Σπαρτιάτης Πολύδωρος καὶ Ἀριστομένης ὁ Μεσσήνιος καὶ εἰ δή τις ἄλλος, πατρίδας ἕκαστοι τὰς αὑτῶν καὶ οὐκ ἀθρόαν φανοῦνται τὴν Ἑλλάδα ὠφελήσαντες.